Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Φησὶ Βαλαὰμ υἱὸς Βεῶς, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ ἰσχυροῦ, ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ, ὡς καλοὶ οἱ οἶκοί σου Ἰακὼβ, αἱ σκηναί σου Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ, ἃς ἔπηξε κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, [*](22 Num. 24, 3.)

v.3.p.570
καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ. ἔδεται ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατηρανται.”

Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ’ Αἴγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει λέγων ‘‘θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου.”

μόνος δὲ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν, καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ’ αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐξελεύσεταί τις ἄνθρωπος καὶ κυριεύσει ἐθνῶν πολλῶν.

ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι τῶν πώποτε παρ’ Ἑβραίοις ἐνδόξων πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ’ οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοὺ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσε, καὶ εἰσέτι νῦν κυριεύει ἐθνῶν πολλῶν.

αὐτὸς

v.3.p.571
ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ’ ἄλλος, ὃν ἡ προφητεία προηγόρευσε, καθ’ ὃν καὶ ἡ Γὼγ ὑψώθη βασι- τῆς Χριστοῦ δυνάμεως συναυξούσης. τοῦτον δ’ ἐνταῦθά φασιν αἰνίττεσθαι καθ’ Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία.

μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιὴλ ‟ἄρχοντα Ῥὼς καὶ Θοβὲλ” ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικε, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὁχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστὶ, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ χρηματισθεὶς τισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν ἀπόστολον.

διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὑτοῦ μονόκερως καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ’ αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὑτοῦ βέλεσι τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὑτῷ διάβολον πάσας τε τἀς ἀμφ’ αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν τὰ [*](7 Ez. 38, 3. 13 Joseph. Ant. I. 6. 20 Col. 2, 9.)

v.3.p.572
Πάχη καὶ τὸ φρόνημα τῆς σαρκὸς λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει.

ἀλλὰ καὶ κατακλιθεὶς αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, ἀνεπαύσατο, φησὶν, ὡς λέων, οὕτω δηλῶν ἣν ἐνεδέξατο οἰκονομίαν, καθ’ ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου, πάντες τε οἱ τὸν Χριστὸν εὐλογοῦντες, λόγῳ τε καὶ βίῳ σεμνύοντες τὴν ἀρετὴν τοὺ διδασκάλου, τὴς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ “αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν,” ἀληθέστερον ἐπ’ αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς· ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὑτῶν συνεδρίοις ἀρώμενοι, τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ’ ἑαυτῶν ἐπεσπάσαντο.

Διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας, ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν.

ὡς γὰρ ἐνταῦθα εἴρηται “ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ” (δῆλον δ’ ὅτι τοῦ Ἰακώβ,) Οὕτω κἀκεῖ “ἐκ βλαστοῦ υἱέ μου ἀνέβης” εἰρητο ὑπ’ αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον.

Καὶ ὡς ἐπὶ τοῦ Παρόντος λέγεται τὸ “καὶ κυριεύσει ἐθνῶν πολλῶν” [*](12 Gen. 1, 28. 30 Gen. 49, 9.)

v.3.p.573
ὁμοίως καὶ ἴν ἐκείνοις τὸ ‟καὶ αὐτὸς᾿ ἔσται προσδοκία ἐθνῶν.” καὶ πάλιν ἐνταῦθα μὲν ‟ ἔδεται” φησὶν‘ ἔθνη ἐχθρῶν αὑτοῦ, καὶ ταῖς βολίσιν αὑτοῦ κατατοξεύσει ἐχθρόν·’· ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου ἐλέγετο.

καὶ τὸ ‟σκύμνος λέοντος Ἰούδα” καὶ τὸ ‟ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης ‘κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;” ταῦτα δὲ εἰκότως εἰς ταὐτὸν συνηγάγομεν, ἔν ὥσπερ ἐπὶ στόματος δύο μαρτύρων τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν.

πάντα δ’ οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ, τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν.

  • Ἀπὸ τοῦ Ὠσηὲ.