Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Αίθον ον άπεδοκίμασαν οί οίκοδομονντες, ούτος έγενήθη είς κεφαλήν γωνίας, παρά κυρίου έγένετο αύτη, καϊ έστι θαυμαστή έν όφθαλμοΐς ημών. αὕτη ή ημέρα ην έποίησεν ό κύριος, άγαλλιασώμεθα καϊ εύφρανθώμεν έν αύτη. ω κύριε, σώσον δή, ω κύριε, εύόδωσον δή. ευλογημένος ό έρχόμενος έν ονόματι κυρίου, θεός κύριος, καϊ έπέφανεν ημἴν”

Τού σωτήρος ημών Ιησού Χριστού είσελθόν- τος πού είς τά [Ιεροσόλυμα, ότε κατά τήν προ ταύτης [*](16 Rom. 11, 25. 22 Ρβ. 117, 22.)

v.3.p.619
προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες ‟ ὡς ἀννᾶ τῷ υἱῷ Δαβὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννᾶ ἐν τοῖς ὑψίστοις.

ὅτε καὶ εἰσελθόντος αὐτοῦ εἰς τὰ Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λεγόντων, τίς ἐστὶν αὑτος; οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναξαρὲθ τῆς Γαλιλαίας.”

ἐπεὶ τοίνυν ἐκ τοῦ προκειμένου Ψαλμοῦ εἴρηται τὸ “ὡς ἀννά,” ὅπερ ἑρμηνευθὲν δηλοῖ ‟ σῶσον δή,” τὸ δὲ Ἑβραικὸν ἀννᾶ Αδωναΐ ὡς ἀννᾶ περιέχει, ἀλλὰ καὶ τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου,” ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ Ψαλμοῦ μετείληπται, ταῦτα δὲ σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν.

οὗτος γὰρ ὢν τυγχάνει εὐλογημένος, ὁ καὶ δι’ ἑτέρου προφήτου ὠνομασμένος ‟ ὁ ἐρχόμενος τοῦ φήσαντος‘‘ ἔτι μικρὸν, καὶ ὁ ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ,’ ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὑτοῦ. αὐτὸς δ’ ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν. ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὑτοῦ ὁμολογεῖ ἐληλυθέναι λέγων πρὸς τοὺς Ἰουδαίους ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με · ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.’

αὐτὸς δὴ οὖν οὗτος ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ εὐλογημένος, ὁ ἐλθὼν ἐν ὀνόματι κυρίου, αὐτὸς ἦν καὶ ὁ λίθος, ὃν ἀπεδοκίμασαν οἱ πάλαι πρότερον τὸν ἐκ περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας οἱκο- [*](4 Matth. 21, 9. 19 Habbak. 2, 3. Heb. 10, 37. 24 Jo. 5, 43.)

v.3.p.620
δομοῦντες, ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ’ αὐτῶν εἰς κεφαλὴν φαλὴν ἑτέρας γωνίας τῆς ἐξ ἐθνῶν ἐκκλησίας κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην, μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος φάσκων καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν

τὴν δὲ ἐπιφάνειαν αὐτοῦ πάλιν μέραν ὀνομάζει ‟ ἣν ἐποίησεν ὁ κύριος,” ἐπεὶ καὶ φῶς ἦν b αὐτὸς τὸ ἀληθινὸν καὶ ἥλιος δικαιοσύνης καὶ ἡμέρα τοῦ θεοῦ, έν ᾗ γένοιτο καὶ ἡμᾶς εἰπεῖν ‟ αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.”

Καὶ τούτων δὲ τοῦτον συντετμημένων τὸν τρόπον καιρὸς καὶ ἐπὶ τὰς περὶ τοῦ πάθους αὐτοῦ μεταβῆναι προφητείας.