Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

μετὰ γὰρ τὴν ὑπὸ Βαβυλωνίων πυρπόλησιν οὐδ’ ἄλλοτε δευτέραν ἢ κατὰ Τίτον καὶ Οὐεσπασιανὸν Ῥωμαίων αὐτοκράτορας τὴν διὰ πυρὸς ὑπέμεινε φθορὰν, ἐφ’ ᾗ πάλιν διὰ αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος ‟ὀλολυ- [*](4 Es. 10, 33. 15 Ez. 17, 3. 19 Ez. 17, 12.)

v.3.p.556
ξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστάνες ἐταλαιπώρησαν. ὀλολύξατε δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν.”

τότε γοῦν καὶ γέγονεν ἡ Ἰερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ γέγονε περιοχὴ, ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσι, καὶ πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, ἀκολούθως τῇ προφητείᾳ.

ἀλλὰ καὶ ἀνθ’ ὧν κατωρχήσαντο τοῦ ταῦτα θεσπίσαντος κυρίου οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν καὶ εἰς τὸν καθ’ ἡμᾶς Χρόνον πᾶσαι αἶ φυλαὶ τοῦ Ἰουδαίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασι διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ θεοῦ πληγὴν, ὑφ’ ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται.

διό φησιν ἡ προφητεία ‟καὶ κόψεται φυλὴ κατὰ φυλὴν, φυλὴ οἴκου Δαβὶδ καθ’ ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ’ ἑαυτὰς, καὶ τὰ τούτοις ἑπόμενα. ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ’ αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις καὶ διηρπάγησαν αἶ οἰκίαι, καὶ αἶ γυναῖκες ἐμολύνθησαν ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ κύριος συμμαχῶν τοῖς ἔθνεσι

v.3.p.557
τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσι παρετάξατο ἐν αὐτοῖς; ἢ πότε ἔστησαν οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν; ἢ πότε γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν, αὐτός τε εἷς κύριος ἐπὶ πάντας ἀνθρώπους, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον; ταῦτα γὰρ οὐδ’ ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ’ οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον μετὰ τὸν ὑπὸ Βαβυλωνίων ὁ νεὼς αὐτῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσα δείκνυται.

ὅτε καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ κατάντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου καὶ στήσονται οἶ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ,” τοῦτ’ τοῦ θεοσεβοῦς πολιτεύματος καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ τὴν προητείαν, τὴν ἑορτὴν τῆς σκηνοπηγίας ἐν παντὶ τόπῳ τῷ θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε ἐξ ἐκείνου τὸν τῶν ὅλων θεὸν ἐπιγνόντες τὰς σκηνὰς αὑτῶν ἐφ’ ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο· εἶεν δ’ ἂν αὗται αἶ κατὰ τόπον ἐκκλησίαι τοῦ Χριστοῦ.

ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωσεῖ σκηνῶν ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ’ ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων θεῶ ἐπιτελεῖν.

ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσι προαναφωνηθέντα καθ’ ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοὐ Ἰουδαίων

v.3.p.558
ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προρρήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται 5 τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον βασιλέα τὸν Χριστὸν τοῦ θεοῦ ἐληλυθέναι ὁμολογεῖν 5 τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ’ ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων;

  • Ἀπὸ τοῦ Ἠσαίου.