Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἀκούσατε λαοὶ πάντες, καϊ προσεχέτω ή γη, καϊ πάντες οι έν αύτη, καϊ εοται κύριος έν ύμΐν εις μαρτύρων, κύριος έξ οΐκου άγιου αύτού, διότι Ιδού κύριος κύριος έκπορεύεται έκ τού τόπου αύτού, καϊ καταβήσεται, καϊ έπιβήοεται έπϊ τά ύψη τής γης. καϊ σαλευθήσονται τά όρη ύποκάτωθεν αύτού, καϊ αί κοιλάδες τακήσονται ως κηρός από προσώπου πυρὸς καὶ ως ύδωρ καταφερόμενον έν καταβάσει. δι άσέβειαν !Ιακώβ πάντα ταύτα καϊ δι άμαρτίαν οΐκου Ἰσραήλ”

Είτα μεθ" έτερα πλείστα μεταξύ έπισυνάπτει λέγων "ακούσατε δή ταύτα οί ηγούμενοι οΐκου Ἰακώβ καὶ οί κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα καὶ πάντα τά ὀρθὰ διαστρέφοντες, οι οίκοδο- μούντες Σιών έν αΐμασι καϊ 'ίερονσαλημ έν άδικίαις.

οί ηγούμενοι αυτής μετά δώρων έκρινον, καὶ οἰ ιερείς αύ της μετά μισθού άπεκρίνοντο, καϊ οι προφήται αυτής μετά αργυρίου έμαντεύοντο, καὶ έπὶ τον κύριον έπανεπαύοντο λέγοντες, ούχϊ κύριος έν ήμΐν έστίν; ού μή έπέλθη έφ" ημάς κακά. διά τούτο δι [*](9 Μίο. 1, 2. 20 Μίο. 3, 9.)

v.3.p.547
ὑμᾶς Σιῶν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ.

καὶ ἔσται ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὅρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπ’ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακὼβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ. ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν.

καὶ συγκόψουσι τὰς μαχαίρας αὑτῶν εἰς ἄροτρα καὶ τὰ δόρατα αὑτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν, καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὑτοῦ καὶ ὑποκάτω συκῆς αὑτοῦ, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτοὺς, ὅτι τὸ στόμα κυρίου παντοκράτορος ἐλάλησε ταῦτα.”

Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται. δέδεικται δὲ ὅπως οὐδ’ ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὅρη Σιῶν ἐπικαλούμενα καὶ Ἱερουσαλὴμ, τά τε ἐπὶ τούτων οἰκοδομήματα, ὁ νεὼς δηλαδὴ καὶ τὸ ἅγιον τῶν ἁγίων καὶ τὸ θυσιαστήριον καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ θεοῦ ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι ‟ἰδοὺ κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ.”

ὧν σαλευθέντων τῶν ἐκ περιτομῆς αἱ ψυχαὶ, κοιλάδες ὀνομαζόμεναι

v.3.p.548
διὰ τὸ ταπεινὸν αὐτῶν παραθέσει τῶν παλαιῶν ὑψωμάτων, τὸν τόν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει, διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι.

πάντα δὲ ταῦτά φησιν ἔσεσθαι δι’ ἀσέβειαν οἴκου Ἰακὼβ καὶ δι’ ἁμαρτίαν οἴκου Ἰσραήλ. τίς δ’ ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία προιὼν ἐξῆς ἐπιλέγει οἶ βδελυσσόμενοι κρίμα καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἶ οἰκοδομοῦντες Σιῶν ἐν αἵμασιν καὶ Ἱερουσαλὴμ ἐν ἐδικίαις, ἐν οἶς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ’ ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο φήσαντες τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμὰς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.

διὰ γοῦν φησὶν αὐτὰ ταῦτα ‟ ὡς ἀγρὸς Σιῶν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἅπερ οὐδ’ ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληχεν.

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιῶν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ’ οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ ὡς ὀπωροφυλάκιον τῆς ἐν αὐτῇ παλαιᾶς [*](14 Matth. 27, 25.)

v.3.p.549
ὀπώρας διαφθαρείσης γέγονε, μᾶλλον δὲ εἰς λιθολογίαν, κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν.

ὁ γοῦν Ἀκύλας φησὶ ‟διὰ τοῦτο χάριν ὑμῶν Σιῶν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογηθήσεται,” ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ’ ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα.

καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτων καὶ ἁγίων λίθους εἰς τὰ τῶν εἰδώλων τεμένη εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους· ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη.

ἐφ’ ᾧ μυρία πλήθη λαῶν, ἔθνη τε παντοῖα τῶν πατρίων ἀποστάντα θεῶν καὶ τῆς παλαιὰς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων θεὸν ἀνακαλεῖται.

διὸ καὶ κατηξίωται τῆς βαθυτάτης εἰρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι μηδὲ βασιλείας κατὰ τόπους ‟μηδὲ ἔθνος ἐπ’ ἔθνος ῥομφαίαν αἴρειν μηδ᾿, ὡς τὸ πρὶν, πολέμοις τοῖς κατ’ ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ τῶν γεωργῶν ἕκαστον ὑποκάτω ἀμπέλου καὶ ὑποκάτω συκῆς αὐτοῦ, μηδενὸς ἐκφοβοῦντος αὐτούς κατὰ τὴν προφητείαν.

ὧν οὕτως οὐδ’ ἄλλοτέ πω ἐξ αἰῶ- νος πρότερον ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτησιν ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν καὶ εἰς δεῦρο συντελουμένων ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ κυρίου παρουσίας.

v.3.p.550

Ἀπὸ τοῦ Ζαχαρίου.