Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐπὶ τοῦ- ’τον γοῦν τὸν χρόνον ὁ τῶν τετρακοσίων ὀγδοήκοντα τριῶν ἐτῶν περιορίζεται ἀριθμὸς ἐφ’ ὃν καὶ κατέ- λῆξαν οἱ κατὰ τὸν Μώσεως νόμον ἐκ πατέρων δια- διαδοχῆς τὴν προστασίαν τοῦ ἔθνους καὶ τὴν ἱερωσύνην διειληφότες, οὓς χριστὸν ἡγούμενον τὴν θείαν ἐπὶ τοῦ παρόντος γραφὴν ὀνομάζειν ὑπολαμβάνω.

εἰ δὲ χρὴ καὶ τὸν κατάλογον ἐκθέσθαι τῆς τῶν ἀρχιε- ῥέων διαδοχῆς, τῶν ἐν τῷ δηλουμένῳ μεταξὺ χρόνῳ διαγενομένων, καὶ τοῦτο οὐδεὶς φθόνος εἰς παρά- στάσιν τῆς τῶν εἰρημένων ἀληθείας ποιήσασθαι. πρῶ- τος τοίνυν μετὰ τὴν τοῦ Δανιὴλ προφητείαν, ἐπὶ Κύρου τοῦ βασιλέως Περσῶν, μετὰ τὴν ἀπὸ Βαβυ- λῶνος ἐπάνοδον, Ἰησοῦς ὁ τοῦἸωσεδὲκ, ὁ ἱερεὺς ὁ μέγας χρηματίσας, ἅμα Ζοροβάβελ ἄνεισιν ἀπὸ τῆς αἰχμαλωσίας, καὶ θεμελίους καταβάλλεται τοῦ ἱεροῦ, ἀλλ’ ἐπισχεθέντος τοῦ ἔργου ὑπὸ τῶν περιοίκων, αἶ πρῶται ἑπτὰ ἑβδομάδες τῶν ἐτῶν αἶ διὰ τοῦ προφή-

v.3.p.529
του δηλούμεναι συμπεραιοῦνται, καθ’ ἃς ἀτελὲς διέμενε τὸ ἔργον τῆς τοῦ ναοῦ οἰκοδομῆς.

διόπερ ὁ θεῖος λόγος τῆς συναφῆς τῶν λοιπῶν ἑβδομάδων ἀφορίζει τὰς πρώτας ἑπτὰ, εἰπὼν ἑβδομάδας ἑπτὰ, ἔπειθ’ ἐξῆς μετὰ διαστολῆς ἐπαγαγὼν “καὶ ἑβδομάδες ἐξήκοντα δύο.” ἑπτὰ γοῦν ἀπὸ Κύρου καὶ ἐπὶ τὴν συμπλήρωσιν τῆς τοῦ ἱεροῦ οἰκοδομῆς ἑβδομάδες ἐτῶν εὑρίσκονται.

ἔνθεν ὁρμώμενοι τῷ σωτῆρι ἡμῶν ἔλεγον οἱ Ἰουδαῖοι τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομήθη ὁ ναὸς οὗτος, καὶ σὺ ἐν τρισὶν ἡμέραις ἐγε- ’ρεῖς αὐτόν;” ἀλλ’ οὗτοι μὲν τεσσαράκοντα καὶ ἕξ ἔτεσιν ᾠκοδομῆσθαι τὸν ναὸν ἔφασαν. τοσαῦτα γὰρ ἀπὸ πρώτου Κύρου βασιλείας, ὃς πρῶτος ἀνῆκε τῆς Βαβυλῶνος τοὺς βουλομένους τῶν Ἰουδαίων εἰς τὴν οἰκείαν γῆν ἐπανιέναι, ἐπὶ τὸ ἕκτον ἔτος τῆς Δαρείου βασιλείας συνάγεται, καθ’ ὃν τὸ πᾶν ἔργον τῆς οἰκοδομῆς τέλος εἴληφεν.

ὅ γε μὴν ἐξ Ἑβραίων Ἰώσηπος καὶ ἄλλον τριετῆ χρόνον εἰς τὴν τῶν ἔξωθεν τῶν ἀμφὶ τὸν ναὸν κατασκευασμάτων συμπλήρωσιν ἔφησεν, ὥστ’ εἰκότως διὰ ταῦτα τὰς ἑπτὰ πρώτας εἰς ἴτη ἐννέα καὶ τεσσαράκοντα συντεινούσας ἀφωρίσθαι κατὰ τὸν τῆς προφητείας λόγον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείο υκαταριθμεῖσθαι βασιλείας συμβαίνει, καθ’ ὅν αὖθις Ἰησοῦς ὁ τοῦ ᾿Ιωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ εἰς ἐκεῖνο τὴν ζωὴν παρατείνοντες ἄμφω προέστησαν τῆς τοῦ ἱεροῦ ἀνανεώσεως, προφητευόντων᾿ καὶ Ζαχαρίου, μεθ’ οὓς Ἔσρας καὶ Νεεμίας, ὁμοίως ἐκ Βαβυλωνος ἀνελθόντες, τὸ τεῖχος ἐδείμαντο τῇ πόλει, τὴν ἀρχιερωσύνην διέποντος Ἰωακείμου· παῖς δέ οὗτος ἦν [*](9 Jo. 2, 20. 17 loseph. A. J. XI. 4, 7.)

v.3.p.530
Ἰησοῦ τοῦ Ἰωσεδὲκ, μεθ’ ὃν· διαδέχεται τὴν ἀρχιερωσύνην ’Eλιασοῦβος, ἔπειτα Ἰωδαὲ, μεθ’ ὃν Ἰωνάθης, μεθ’ ὃν Ἰαδδοῦς.

τούτων μέμνηται καὶ ἡ Ἔσρα γραφὴ λέγουσα ‟καὶ Ἰησοῦς ἐγέννησε τὸν Ἰωακεὶμ, καὶ Ἰωακεὶμ ἐγέννησε τὸν Ἐλιασὶβ, καὶ Ἐλιασὶβ ἐγέννησε τὸν Ἰωδαὲ, καὶ Ἰωδαὲ ἐγέννησε τὸν Ἰωνάθαν, καὶ Ἰωνάθαν ἐγέννησε τὸν Ἰαδδοῦ.”

κατὰ τοῦτον τὸν Ἰαδδοῦ ὁ Μακεδὼν Ἀλέξανδρος ᾿Αλεξάνδρειαν κτίζει, ὡς Ἰώσηπος ἱστορεῖ, ἀφικόμενός τε εἰς τὰ Ἱεροσόλυμα τῷ θεῷ προσκυνεῖ.

τελευτᾷ δὲ τὸν βίον Ἀλέξανδρος ἐν ἀρχῇ τῆς ἑκατοστῆς καὶ τεσσαρεσκαιδεκάτης Ὀλυμπιάσδος, μετὰ ἔτη διακόσια τριάκοντα ἕξ Κύρου, ὃς ἐβασίλευσε Περσῶν κατὰ τὸ πρῶτον ἔτος τῆς πέμπτης καὶ πεντηκοστῆς Ὀλυμπιάδος.

μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος καὶ μετὰ τὸν δηλωθέντα ἀρχιερέα Ὀνίας ἡγεῖται τοῦ ἔθνους, τῆς τῶν ἀρχιερέων καὶ αὐτὸς ἐπειλημμένος τιμῆς· καθ’ ὃν Σέλευκος Βαβυλῶνα κρατήσας τὸ τῆς Ἀσίας περιτίθεται διάδημα, ἔτει δωδεκάτῳ μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν, καθ’ ὃν συνάγεται ὁ πᾶς χρόνος ὁ ἀπὸ Κύρου εἰς ἔτη διακόσια τεσσαρακονταοκτώ.

ἐντεῦθεν τὴν Ἑλλήνων βασιλείαν ἡ τῶν Μακκαβαίων γραφὴ καταριθμεῖσθαι ἄρχεται. μετὰ δὲ τὸν Ὀνίαν ἡγεῖται τόν Ἰουδαίων ἀρχιερεὺς Ἐλεάζαρος, καθ’ ὃν οἱ ἑβδομήκοντα τὰς θείας ἑρμηνεύσαντες γραφὰς ταῖς κατὰ Ἀλεξάνδρειαν βιβλιοθήκαις ἀνατεθείκασι.

μεθ’ ὃν ἕτερος Ὀνίας, ὃν διαδέχεται Σίμων, καθ’ Ἰησοῦς ὁ τοῦ Σιρὰχ ἐγνωρίζετο, ὁ τὴν καλουμένην πανάρετον Σοφίαν συντάξας. μεθ’ ὃν ἕτερος ὁμώνυμος τοῖς πρόσθεν Ὀνίας ἡγεῖται, καθ’ [*](4 Neem. 12, 10. 9 Ioseph. A. J. XI. 8, 5.)

v.3.p.531
ὃν Ἀντίοχος τοὺς Ἰουδαίους πολιορκήσας ἑλληνίζειν κατηνάγκαζε.

μεθ’ ὃν προστὰς τῶν πραγμάτων Ἰούδας ὁ ἐπικληθεὶς Μακκαβαῖος ἐξεκάθηρεν τῶν ἀσεβῶν τὴν χώραν· ὃν ὁ ἀδελφὸς Ἰωνάθης διαδέχεται. καὶ πάλιν Σίμων, οὑ κατὰ τὴν τελευτὴν ἕβδομον καὶ ἑβδομηκοστὸν καὶ ἑκατοστὸν ἔτος ἐξαριθμεῖται τῆς κατὰ Συρίαν ἀρχῆς ἡ πρώτῃ καλουμένη τῶν Μακκαβαίων βίβλος, εἰς τοῦτο τοῦ χρόνου καταλύσασα τὴν ἱστορίαν·

ὥστε συνάγεσθαι ἀπὸ πρώτου ἔτους Κύρου καὶ Περσῶν βασιλείας ἐπὶ τὸ τέλος τῆς τῶν Μακκαβαίων γραφῆς καὶ ἐπὶ τὴν Σίμωνος τοῦ ἀρχιερέως τελευτὴν ἔτη τετρακόσια εἰκοσιπέντε· μεθ’ ἃ Ἰωνάθης τὴν ἀρχιερωσύνην, ὡς ὁ Ἰώσηπός φησι, διαδέχεται ἐπὶ ἔτεσιν ἐννέα καὶ εἴκοσι. μεθ’ ὃν ᾿Αριστόβουλος ἐνιαυτὸν ἡγεῖται, ὃς πρῶτος μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον διάδημα βασιλικὸν περιτίθεται πρὸς τῇ ἀρχιερωσύνῃ.

τοῦτον διαδέχεται᾿ Αλέξανδρος, βασιλεὺς ἅμα καὶ ἀρχιερεὺς, ἔτεσι καὶ αὐτὸς ἑπτὰ καὶ εἴκοσι προστὰς τῶν προαγμάτων· εἰς ὃν συνάγεται τὰ πάντα ἀπὸ πρώτου ἔτους βασιλείας Κύρου καὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τοῦ Ἰουδαίων ἔθνους ἔτη τετρακόσια ὀγδοήκοντα δύο, οὑ προέστησαν ἀρχιερεῖς, οὓς ἡγοῦμαι χριστὸν ὴγούμενον ὑπὸ τῆς προφητείας ὀνομάζεσθαι.

μεθ’ οὓς τελευτήσαντος τοῦ ὑστάτου αὐτῶν ἀρχιερέως Ἀλεξάνδρου ἄναρχα καὶ ἀπροστάτητα τὰ τοῦ Ἰουδαίων ἔθνους ἀπολείπεται, ὥστε εἰς γυναῖκα περιστῆναι τὴν βασιλείαν αὐτῶν. τῶν δὲ δύο παίδων Ἀριστοβούλου ῾Υρκανοῦ στασιασάντων πρὸς ἀλλή- [*](8 Maccab. I. 16, 14. 13 loseph. A. J. XX, 10, 3. 16 loseph A. J. XIII, 11, 1.)

v.3.p.532
λους ἐπιστὰς τοῖς Ἱεροσολύμοις Πομπήιος, Ῥωμαίων στρατηγὸς ὢν, αἱρεῖ μὲν πολιορκίᾳ τὴν πόλιν, μιαίνει δὲ τὰ ἅγια, μέχρι τῶν ἀδύτων τοῦ ἱεροῦ προελθών.

καὶ ταῦτα συμβαίνει ἔτους πρώτου τῆς ἑκατοστῆς ἑβδομηκοστῆς ἐνάτης Ὀλυμπιάδος, μετὰ τετρακόσια ἐνενήκοντα πέντε ἔτη τῆς Κύρου βασιλείας, ἥτις ἤρξατο ἐπὶ τῆς πεντηκοστῆς πέμπτης Ὀλυμπιάδος.

τότε δ’ οὖν ὁ Πομπήιος ἑλὼν κατὰ κράτος ῾Ιερουσαλὴμ, τὸν προειρημένον Ἀριστόβουλον ἐκπέμψας δέσμιον ἐπὶ Ῥώμης, τῷ τούτου ἀδελφῷ Ὑρκανῷ τὴν ἀρχιερωσύνην παραδίδωσι, τό τε πᾶν ἔθνος ἐξ ἐκείνου ὑποτελὲς Ῥωμαίοις κατεστήσατο.

μεθ’ ὃν Ἡρώδης ὁ Ἀντιπάτρου παῖς Ὑρκανὸν ἀνελὼν τὴν τόν Ἰουδαίων βασιλείαν ὑπὸ τῆς Ῥωμαίων συγκλήτου βουλῆς ἐγχειρίζεται, πρῶτός τε αὐτὸς ἐξ ἀλλοφύλου γένους βασιλεύει τοῦ ἔθνους, τὴν τῶν ἀρχιερέων κατὰ τὸν Μῶσ’ ἕως νόμον διαφθείρας τάξιν.

ὁ μὲν γὰρ θεῖος νόμος διὰ βίου ἱερᾶσθαι τῷ θεῷ τὸν ἀνωτάτω προστάττει ἀρχιερέα· ὁ δ’ Ἡρώδης οὐ τοῖς ἀπὸ γένους οὐδ’ οἷς προσῆκον ἦν ἀπεδίδου τὴν λειτουργίαν, ἀπεξενωμένοις δέ τισι καὶ ἀλλοτρίοις τῆς τῶν ἀρχιερέων διαδοχῆς, καὶ οὐδὲ τούτοις διαρκῶς, πρὸς βραχὺν δέ τινα καὶ περιωρισμένον χρόνον, ἄλλοτε ἄλλοις τὴν τιμὴν ἀντιδωρούμενος, ὥστε τὰς μὲν πρώτας ἑπτὰ ἑβδομάδας ἀπὸ Κύρου καὶ ἐπὶ Δαρεῖον, τὰς δὲ λοιπὰς ἑξήκοντα δύο ἀπὸ Δαρείου καὶ ἐπὶ Πομπήιον τὸν Ῥωμαίων στρατηγὸν περιορίζεσθαι.

καὶ κατὰ τρίτην δὲ θεωρίαν εὕροις ἂν ἄλλως ἀπαριθμούμενος τοὺς χρόνους τῶν ἑπτὰ καὶ ἐξήκοντα δύο ἑβδομάδων, αἳ συντείνουσιν εἰς ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ἐπ’ αὐτὸν Αὔγουστον καὶ ἐπὶ Ἡρώ- δὴν τὸν πρῶτον ἐξ ἀλλοφύλου γένους βασιλεύσαντα,

v.3.p.533
καθ’ οὓς ἡ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γἐνε- σις ἱστορεῖται περιγραφομένη, εἰ ἀρξάμενος ἀπὸΔα- ρείου καὶ τῆς συμπληρώσεως τοῦ ναοῦ τὸν δηλού- δηλούμενον ἀριθμὸν ἀναλογίσῃ.