Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

δέχου δὲ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας ‟κατὰ δὲ τὴν ἡμέραν τῆς πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου, μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας λεγούσης, μεταβαίνωμεν ἐντεῦθεν.” ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ σωτῆρος ἡμῶν γεγονέναι.

καὶ πάλιν [*](23 Joseph. B. J. VI. 5, 3. 29 Vid. Joseph. Ant. XVIII. 3, 1. B. J. II. 9, 2.)

v.3.p.544
ὁ αὐτός φησι “Πιλάτον τὸν ἡγεμόνα (αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ σωτῆρος ἡμῶν) τᾶς Καίσαρος εἰκόνας νύκτωρ εἰρ τὸ ἱερὸν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, Μεγίστην τε ταραχὴν θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι τοῖς Ἰουδαίοις.”

Αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρκήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεεσεῖν.

Οὐ διέλιπον οὖν ἔκτοτε τὸ πᾶν ἔθνος καί τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις ἕως τοῦ ὑστάτου κατ’ αὐτῶν πολέμου καὶ τῆς ἐσχάτης πολιορκίας, καθ’ ἤν παντοίοις ἀφανισμοῖς λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας καταποντισμοῦ δίκην τοῦ κατ’ αὐτῶν ὀλέθρου συρρεύσαντος, πάντες οὑ κατασυστάντες τοῦ σωτῆρος ἠμῶν ἠβηδὰν ἐξεκόπησαν· ὅτε καὶ τὸ βδέλυγμα τῆς ἐρημώσενς ἐπὶ τὸ ἱερὸν ἔστη, ὃ καὶ εἰς δεῦρο διέμειεἰκὸς ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον.

Εἰκὸς δὲ καὶ ἑπιτείνειν αὐτὸ μέκρι τῆς τοῦ βίου συντελείας, Κατὰ τὸν ὑπὸ τὴς προφητείας ἀποξανθέντα ὅρον, φήσαντα “καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.”

ἥντινα φωνὴν γίσατο εἰπὼν “ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τὴς ἐρημώσεως τὸ ῥηθέν διὰ Δανιὴλ τοῦ προφήτου ἑστὼς ἐν τόπῳ ἀγίῳ, τότε υινώσκεετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. ”

Εἰ δὲ δυσπίστως πρὸς ταῦτα ἔκκοιεν οἱ ἐκ περιτομῆς, ἐλευκτέον αὐτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀλ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὸς [*](6 Philo Jud. Cf. leg. Ad Caium s. 38. P. 589. 590. 24 Matth. 24, 15. Luc. 21, 20.)

v.3.p.545
προρρήσεις ὡς ψευδεῖς, τὸ ὅσον ἐπ’ αὐτοῖς, διαβάλλοντας, εἴ γε αἱ μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιορίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι, αἶ δὲ σχεδὸν ἤδη χιλιο- στοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμάς ἐλαύνοντος οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολοθρευθέντος αὐτῶν τοῦ χρίσματος, κατὰ τὴν θείαν πρόρρησιν, καὶ τοῦ ἁγιάσματος αὐτῶν, τῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ ἐκκοπέντων ἐν κατακλυσμῷ πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου, λέγω δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ σωτὴρ καὶ κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς.

ὧν σαφῶς ὑπ’ ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν θαυμάσαι ἔστι τοὺς ἐκ περιτομῆς οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους πρὸς τὸ μὴ ὁρᾶν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων γραφῶν ἀποτελέσματα.

ὃ καὶ πεπόνθασι κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἀν τούτῳ τοῦ Ἡσαΐου φωνὴν, δι’ ἦς ἐθέσπισεν αὐτοῖς εἰπὼν ‟ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὑτῶν βαρέως ἤκουσαν, καὶ τοὶς ὀφθαλμοὺς αὑτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ἀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς.”

Ἀλλ᾿ ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πάλαι πρότερον εἴρητο ‟οἷς [*](22 Es. 6, 9. 30 Es. 52, 15.)

v.3.p.546
ούκ άνηγγέλη περϊ α ντον, όψονται, καϊ οϊ ουκ άκη- κόασι, συνήσουσιν" τη αυτόν χάριτι καϊ τη τον πέμ- ψαντος αυτόν πατέρος, ημεΐς τε κατά τό δυνατόν τά φανέντα εις τους τόπους είρήκαμεν, καϊ τά τω προ ημών Ἀφρικανώ εύγνωμόνως δόξαντα παρεθηκαμεν έχόμενα καϊ αυτά ακριβείας, όθεν καϊ αύτοΐς ως κα~ λώς έχουΰι χρηστέον. Από τον Μιχαία.