Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ‘ ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ, ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν. ἑξῆς τούτοις φησὶν ἡ προφητεία ‟καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομἐνῳ.” ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν καὶ τοὺς μετὰ αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμ- [*](8 Luc. 3, 1. 15 Joseph. A. J. XVIII. 2, 2.)

v.3.p.539
βάνω δηλοῦσθαι.

ὡς γὰρ ἀνωτέρω ὠνόμαζε χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς λέγων ‟ἕως χριστοῦ ἡγουμένου,” τὸν αὐτὸν τρόπον μετὰ ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος ἡγούμενος ἐρχόμενος ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους καὶ οἱ λοι- ποὶ ὅσοι καθεξῆς μετ’ ἐκείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ’ ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖν εἴρηται.

καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν (οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων) εἰς ἀσέβειαν ἐκκαλούμενος. συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύ- λᾶς τοῦτον ἑρμηνεύσας τὸν τρόπον‘ καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου.·

οὐ μόνον γὰρ ὁ ἐρχόμενος ἡγούμενος, ὁ κάτα τὰ αποδεδομένα ἡμῖν δηλωθεὶς, διέφθειρε τὴν πόλιν καὶ τὸ ἅγιον, ἀλλὰ καὶ ὁ τούτου λαός. εἴποι δ’ ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι τόν τε τούτου λαὸν, δι’ οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥωμαίων ἀρχόντων, ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πόλιν αὐτὴν Ἱερουσαλὴμ καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν.

ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς ἐν κατακλυσμῷ καὶ ἴως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς ἔφθασαν, ὥστε ἤδη κατὰ τὴν προφητείαν παντελῆ ὑπομεῖναι ἐρημίαν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ’ ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις.

τούτων δὲ περὶ τῶν συμβεβηκότων

v.3.p.540
τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων πεπροφητευμένων ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς διαθήκης θεσπίζεται.

τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων εἰρημένων ἐπιλέγεται ‘καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἴως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.”

τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο κατανοήσωμεν. ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. τοῦτό πως Ἰωάννης ὁ εὐαγγελιστὴς ἀκριβῶς ἐφιστᾶσιν αὐτοῦ τῷ εὐαγγελίῳ παραστήσει. εἴη ἄν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ.

πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται· καθ’ ὃν διδασκαλίαις παραδόξοις τε θεραπείαις τῆς θεότητος αὐτοῦ τἀς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησί τε καὶ Ἰουδαίοις παρείχετο.

μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκὸς, τῶν ἐτῶν χρόνον τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις συνῆν, δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συναλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ, ὡς γοῦν αἶ Πραξεῖς τῶν ἀποστόλων περιέχουσιν· ὡς εἶναι ταύτην τὴν δηλουμένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ’ ἢν ἐνεδυνάμωσε διαθήκην πολλοῖς, τὴν καινὴν

v.3.p.541
δηλαδὴ διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων.

τίσι δὲ πολλοῖς ταύτην ἐνεδυνάμωσεν ἢ δηλονότι τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασι; πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ’ ἣν ἐνεδυνάμωσε τὴν δηλωθεῖσαν διαθήκην τοῖς πολλοῖς, ἐν τῷ ἡμίσει ‘‘ἤρθη θυσία καὶ σπονδὴ, τό τε βδέλυγμα τῆς ἐρημώσεως” ἤρξατο,

ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ’ ὃν καιρὸν πέπονθε, τὸ καταπέτασμα τοῦ ναοῦ ἐρράγη ἀπὸ ἄνωθεν ἕως κάτω· ὡς ἐξ ἐκείνου δυνάμει ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν καὶ τὴν θυσίαν, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως ἐπὶ τὸ ἱερὸν καταστῆναι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τόπον ἐφορώσης καὶ ἐπισκοπούσης δυνάμεως.

μέχρι γοῦν τοὐ σωτηρίου πάθους εἶναί τινα θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ ἅγιον τῶν ἀγίων ἡγεῖσθαι προσήκει. οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνήδρευεν ἐν τῷ ἱερῷ τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι συνεστῶτα καὶ θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς.

ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ καὶ Συμεὼν ὁ ἐπὶ τἀς ἀγκάλας αὐτὸν βρέφος ἔτι ὄντα λαβὼν, οἱ καὶ προφη- τεύουσι τὰ ἀναγεγραμμένα.

οὐδ’ ἂν αὐτὸς ὁ κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ ‘‘ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε τὴν θυσίαν, ἣν προσέταξε Μώσης εἰς μαρτύριον αὐτοῖς, μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς [*](27 Matth. 8, 4.)

v.3.p.542
ἐν ἁγίῳ καὶ θεοῦ ἀξίῳ τόπῳ· οὐδ’ ἂν τοὺς ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγε ‘‘γέγραπται ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν,” καὶ αὗθις ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ πατρός μου οἶκον ἐμπορείου,” εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον.

ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσσεβείας μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπὼν ‘ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος, ὃ καὶ αὐτὸ ἐπληροῦτο, ὅτε παθόντος αὐτοῦ τὸ καταπέτασμα τοῦ ναοῦ ὅλον δι’ ὅλου μέσον ἐρράγη, καθῄρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν θυσία καὶ σπονδὴ, ἧς ἀρθείσης καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως κατὰ τὴν ἐν χερσὶ προφητείαν ἐπηκολούθησε τῷ τόπῳ.

εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξε τὰ τῆς ἐν τῷ τόπῳ λειτουργίας, ἀλλ’ οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ θεῶ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα.

ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριόντες ἀτάκτως καὶ παρανόμως ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμοὺς, δι’ οὓς καὶ ἔφασκεν ἡ προφητεία ‟ἐξολοθρευθήσεται χρῖσμα, καὶ κρίμα οὐκ ἔστιν ἐν αὐτῷ,” τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ σωτῆρος ἐπιτελουμένης διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων [*](2 Matth. 21, 13. 4 Jo. 2, 16. 9 Matth. 23, 38.)

v.3.p.543
ἐφορῶσαν δύναμιν, περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτος ὢν ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς διαθήκης παραδοθείσης τὰ τῆς παλαιὰς περιῄρητο.

ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία τὰ τῆς παλαιὰς διαθήκης περιῄρητο. πότε δὲ τὰ τῆς διαθήκης τῆς καινῆς ἐδυναμοῦτο ἢ ὅτε ὁ σωτὴρ καὶ κύριος ἡμῶν μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὑτοῦ παρόδου ᾑ νυκτὶ παρεδίδοτο, τὰ σύμβολα τόν κατ’ αὐτὸν ἀπορτήτων τῆς καινῆς διαθήκης λόγων τοῖς αὑτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ’ ἐτελεῖτο καὶ ἡ κατὰ Μωσέα παλαιὰ διαθήκη περιῄρητο, ὅπερ ἐδήλου τὸ καταπέτασμα τοῦ ναοῦ κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον.

ἀρθείσης γοῦν ἐξ ἐκείνου καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο.