Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

τὸ δὲ “ ἀναπεςὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος” τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησι.

v.3.p.503
τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλὴν, τίς, φησὶν, ἀναστήσει; μέγαν τινὰ καὶ θαυμαστὸν σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος.

τίς δὲ ἄρα οὗτος ἦν ἐξῆς ἡμᾶς ἐφίστησι, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα προσδοκίαν ἔσεσθαι τῶν ἐθνῶν, ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις ἢ ἐκλείπειν καὶ ἄρχοντα καὶ ἡγούμενον μετασταθήσεσθαι, καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται.

τίς δ’ οὗτος ἦν ἢ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός ; οὗ ἐπὶ τῆς γενέσεως, ἀκολούθως τῆ προκειμένῃ προρρήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα, τοῖς εἰσέτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις, παρ’ ὧν Ἡρώδης, πρῶτος ἐξ ἀλλοφύλου γένους ὑπάρχων ἰδίως τοῦ ἔθνους αὐτῶν, ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται.

ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς, ὁ δὲ Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοὐ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὅς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος τὸν Ἡρώδην ποιεῖται.

οὕτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν, ἐφ’ ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελὼν, πρῶτός τε αὐτὸς, ὡς ἔφην,

v.3.p.504
ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς· καθ’ ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθῄρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία ‟οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, φήσασα, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ,” ὃν καί φησι γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν.

ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία, ὡς ἂν ἐκλελοιπότων τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων, μεταστάσης τε τῆς κατ’ αὐτοὺς ἀρχῆς ἐπὶ Ῥωμαίους καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει.

ὑπογράψας γοῦν τὴν τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν γένεσιν ἐπιλέγει ‟τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες, ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;” δι’ ὧν σαφῶς παρίστησι καὶ τοῦ ἀλλοφύλου τὴν κατ’ αὐτῶν ἀρχὴν, καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ θεοῦ κλῆσιν.

ὁμοῦ τε γὰρ Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν καὶ τὸν πάλαι προφητευόμενον [*](23 Matth. 2, 1.)

v.3.p.505
Χριστὸν τοῦ θεοῦ ἐγίνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ’ ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὥσπερ οὖν αὐτὸς τοῖς ἑαυτοῦ παυσὶν ἐθέσπισεν εἰπών ‟ συνάχθητε, ἔνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμίν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν· ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους.

τί δῆτα αὐτοῖς ἀπαντᾶν ἔμελλεν ; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν ἀπάντων ἄρχουσα, κατὰ τὸ καὶ αὐτὸς προσδοκία ἐθνῶν. ”

τίς δ’ οὐκ ἂν ταῦτα οὕτω σαφῶς ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι, ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χρι- στοῦ γενέσεως ἐπ’ οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς βασιλεῦσί τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλὴ βασιλικὴ οὖσα, τόν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα, κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέποντες ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν; ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη προσδοκία τῶν ἐθνῶν εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται.

ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ, ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ μετὰ καὶ τῶν οἰκείων

v.3.p.506
ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν, ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος καὶ προσδοκίας τῶν ἐθνῶν τῶν καθ’ ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθε τὰ ἀποκείμενα τῷ κυρίῳ.

τίνα δὲ ἢ τὰ δηλούμενα διὰ τοῦ “ Ἰούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος λέοντος, ἐγερεῖ αὐτόν;” ταῦτα γὰρ καθ’ ἑτέραν διάνοιαν τὰ αὐτῷ ἀποκείμενα, ἃ καὶ αὐτὰ φέρε κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἶ θεῖοι χρησμοί· τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακὼβ, “ Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει” καὶ τὰ ἑξῆς.

οἷς ἐπείρηται “ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι·” τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ Δαβὶδ ὀνομάζουσι· Σολομῶνα μὲν ὡς ἐν ὄα ψαλμῷ ἐπιγεγραμμένῳ μὲν εἰς Σολομῶνα, σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι.

τὸ γὰρ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ,” καὶ ὅσ’ ἁ τούτοις ἑξῆς ὁ Ψαλμὸς περιέχει μόνῳ τῷ Χριστῷ ἁρμόζοι ἄν.

Δαβὶδ δὲ ἐν πη Ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται, ἐπεὶ μὴ τῷ Δαβὶδ, μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τὸ ‘‘αὐτὸς ἐπικα- λέσεταί με, πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. [*](14 Es. 42, 1. 22 Ps. 71, 8. 28 Ps. 88, 26.)

v.3.p.507
εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου. ”

καὶ πάλιν ‟ τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα. ” οὕτως οὖν ἑ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι’ ὧν αὐτὸν οἶ θεῖοι λόγοι σημαίνουσι, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονε φυλῆς.

πρόδηλον γὰρ κατὰ τὸν ἀπόστολον ὅτι ἐκ φυλῆς Ἰούδα ἀνατέταλκεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν. τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδᾳ ἀποκείμενα ἦν τὰ προφητευόμενα.

τίνα δὲ ἦν ταῦτα ; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ· ἃ καὶ τέλους ἐτύγχανεν ὁπηνίκα τέως μὲν τἀς παραδόξους δυνάμεις καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο καὶ ἐπῃνεῖτο καὶ προσεκυνεῖτο πρὸς τόν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων ‘‘ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε, ” ταῖς δὲ ἀμφὶ τὴν Μαρίαν προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς ‟ ἀπαγγείλατε γὰρ, φησὶ, τοῖς ἀδελφοῖς μου ὅτι ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. ”

οὕτω δῆτα αὐτὸν οἱ ἀδελφοὶ τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ, ὡς εἰκὸς, τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες, καὶ ὡς καθεῖλεν ἐχθρόν τε καὶ [*](20 Ps. 21, 22. 23 Matth. 28, 10.)

v.3.p.508
ἐκδικητὴν, τόν τε θάνατον ἄρχοντα τοῦ αἰῶνος τού- του, ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσι, τὸ τηνικάδε θεὸν αὐτὸν εἷναι πιστεύσαντες προσεκύνησαν.

αἶ δὲ χεῖρες τοῦ σωτῆρος ἡμῶν κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ τάς τε δυνάμεις καὶ παραδοξοποιίας ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο. ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασε τὰς χεῖρας αὑτοῦ ἐπὶ τοὐ σταυροῦ, καὶ οὕτως αἶ χεῖρες αὑτοῦ φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ κατὰ νώτου τῶν ἐχθρῶν ἐγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ πατρὶ ἄσαρκος καὶ γυμνὸς οὑ ἀνειλήφει σώματος ἐπὶ τὸ τῶν ἐχθρῶν κατῄει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσων καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκὸς κατ’ ἀρχὰς μὲν κοινὸν ἄνθρωπον καὶ τοῖς πολ- λοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι, οὕτω τε κυκλῶσαι αὐτὸν καὶ ὡς ἂν τῷ τυχόντι ἐφορμῆσαι, ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατ’ ἄνθρωπον καὶ θειοτέραν φύσιν τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ’ ὧν τὰς χεῖρας ἀφεὶς τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσι φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι ‟ αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.’