Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε, συνάχθητε ἔνα ἐπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτου τῶν ἡμερῶν. ἀθροίσθητε καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε, Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν.”

εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινά τισι τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προρρήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει ‘‘Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἶ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σε οἶ υἱοὶ τοῦ πατρός σου· σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ υἱέ μου ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν. ”

Σκόπει δὴ πρῶτον τίνα ἄρα φησὶν εἶναι τὰ [*](10 Gen, 49, 1.)

v.3.p.493
ἀποκείμενα αὐτῷ, καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς ἀμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ θεὸς ἀνείρηκε θεσπίσας. γέγραπται γοῦν ὡς ἄρα εἷπεν ὁ θεὸς τῷ Ἀβραὰμ “ καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς.”

καὶ αὖθις “ Ἀβραὰμ δὲ φησὶ‘‘ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.’ τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον “ καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.” ἔτι δὲ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται “ ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαὰκ, μὴ φοβοῦ.” καὶ ἑξῆς καὶ ἐνευλογηθήσονται ἔν σοι πᾶσαι αἶ φυλαὶ τῆς γῆς. ”

καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ θεὸς “ ἐγὼ ὁ θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.

τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προρρήσεις τοῦ θεοῦ προμεμαθηκὼς ὁ Ἰακὼβ, παίδων αὐτῷ τὸν ἀριθμὸν προμεμαθηκὼς δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας περιεσκόπει ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ θεοῦ προρρήσεων ἐπὶ τέλος ἥξει· εἶτ’ ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχοῦς ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι’ αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προρρήσεων ἀποτελέσματα.

ἐπὶ δὲ τὸν τέταρτον ἐλθὼν τὸν Ἰούδαν, [*](4 Gen. 12, 2. 7 Gen. 18, 18. 11 Gen. 26, 4. 14 Gen. 28, 13. 17 Gen. 35. 11.)

v.3.p.494
ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν “ βασιλεῖς ἐκ ὀσφύος αὐτοῦ ἐξελεύσονται διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει. πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν συνέστη γένος· ὁμοῦ καὶ τὰς τοῦ θεοῦ προρρήσεις καὶ τὰς τῶν ἐθνῶν ἐθνῶν ὑποσχέσεις καθ’ ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσι καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας.

ταῦτα οὖν ἅπαντα ἦν τὰ ἀποκείμενα τῷ Ἰούδα, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ ‟βασιλεῖς βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται.” διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη.

αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μώσεως χρόνους ἡγεῖσθαι ταύτην ὁ θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. γέγραπται γὰρ ‟καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν καὶ Ἀαρὼν, λέγων, ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ’ οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν.”

καὶ ἐξῆς ἐπὶ τῶν εἰς τὸν ἐγκαινισμὸν τῆς σκηνῆς ἀναφερομένων “ εἶπε κύριος πρὸς Μωσῆν, ἄρχων εἷς καθ’ ἡμέραν προσοίσουσιν τὰ δῶρα αὑτῶν. καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὑτοῦ Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.”

καὶ ἐν τῇ βίβλῳ δὲ τοῦ τοῦ Ναυὴ τῆς γῆς τῆς ἐπαγγελίας κλήρῳ κατὰ τῶν [*](18 Num. 2, 1. 25 Num. 7, 11. 29 Jos. 15.)

v.3.p.495
λοιπῶν φυλῶν διανεμηθείσης, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει.

ἀλλὰ καὶ ‟ μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἶ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ, λέγοντες, τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; καὶ εἶπε κύριος, Ἰούδας ἀναβήσεται. ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ. ” σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τοῦ Ἰούδα φυλὴν ὁ θεὸς διὰ τούτων προστάττει, ὅθεν ἑξῆς γέγραπται “καὶ ἀνέβη Ἰούδας, καὶ κύριος τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ.”

καὶ πάλιν ‟καὶ ἐπολέμησαν οἶ υἱοὶ Ἰούδα ἐν Ἰερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ κατέβησαν υἱοὶ Ἰούδα πολεμῆσαι ἐν τῷ Χαναναίῳ.” καὶ αὖθις ‟ καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὑτοῦ.” καὶ ἑξῆς ‘καὶ ἦν κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος.” καὶ μετὰ ταῦτα ‟ καὶ ἀνέβησαν οἶ υἱοὶ Ἰωσὴφ, καί γε αὐτοὶ ἐν Βαιθὴλ, καὶ Ἰούδας μετ’ αὐτῶν. ”

καὶ ἐν τῇ βίβλῳ δὲ κριτῶν διαφόρως κατὰ χρόνους προισταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἶ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο, πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ καὶ τῶν τούτου διαδόχων ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ’ ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας.

ἔνθεν καὶ ἡ τῶν Παραλειπομένων γραφὴ τὰς δώδεκα φυλὰς [*](3 Jud. 1, 1.)

v.3.p.496
τοῦ Ἰσραὴλ γενεαλογοῦσα ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ, ὧν οὐκέθ’ ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ σωτῆρος χρόνων.

πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος αἱρεῖ φάναι τὴν τοῦ Ἰούδα φυλὴν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξε καὶ μέχρι τῶν Αὐγούστου χρόνων, καθ’ οὓς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις τὸ πὰν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται· καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος.

ἕως μὲν οὑν οὐδέπω διαλελοίπει ‟ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῶν προφητειῶν οἶ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. οὕτως οὖν Ἠσαίας ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν καὶ Ἄχας καὶ Ἐζεκίου, οἷ ἐβασίλευσαν τῆς Ἰουδαίας, προφητεύει.

ὁμοίως δὲ καὶ Ὠσηέ. ὁ δὲ Ἀμὼς ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις ῾ Ιεροβοὰμ υἱοῦ Ἰωὰς, βασιλέως Ἰσραὴλ, καὶ Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. ὁμοίως δὲ καὶ Ἱερεμίας. ἀλλ’ ὅτε ἐκλέλοιπεν ‟ ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,” τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισανἸούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ.

τούτων δὲ ταῖς προφητείαις ἀκολούθως

v.3.p.497
κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος, δεύτερος δὲ Τιβέριος, μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασι- λεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται.

Τούτων ἡμῖν προτετηρημένων καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι ‘Ἱούδα, σὲ αἰνέσαισαν οἶ ἀδελφοί σου.” δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἶς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους.