Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἰούδας δὲ σωθησόμενος καὶ Ἰσραὴλ ἐν ταῖς ἡμέραις αὐτοῦ, πάντες εἰσὶν οἱ τῇ δι’ αὐτοῦ θεοσεβείᾳ προσεληλυθότες τοῦ ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ, ἢ καὶ πάντες οἱ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθινὸν Ἰσραὴλ τὸν κατὰ διάνοιαν ὁρῶντα θεὸν ἀποσώζοντες.

οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστι (φησὶν ὁ ἀπόστολος) οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ ἐκ τοῦ θεοῦ. τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶ κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου, οὐδὲ τῷ τοῦ Ἰσραὴλ, ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα.

τοῦτο γάρ φησι τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος Ἰωσεδεκεὶμ, ὅπερ ἑρμηνεύεται οἱ τοῦ θεοῦ δίκαιοι.” ἐφίστημι δὲ μήποτε πεποιημένον ἐστὶ τοὔνομα ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, ὃ παρὰ τῷ θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρ’ ἀνθρώποις μὲν Ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἐβραίων φωνὴν καὶ παρὰ αὐτοῖς τοῖς προφήταις, ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι’ αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ.

διὸ λέλεκται “καὶ [*](13 Rom. 2, 28.)

v.3.p.485
τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.” ὁ δὴ οὖν μέλλων, φησὶ, διὰ τοῦ προφητευομένου λαὸς κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραὴλ ὀνομασθήσονται ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, καὶ τούτῳ γε, φησὶ, κληθήσονται τῷ προσρήματι οὐ παρ’ ἀνθρώποις, ἀλλὰ παρ’ αὐτῷ τῷ θεῷ, καὶ παρὰ τοῖς προφήταις αὐτοῦ.

ἐπιμελῶς γὰρ πρόσσχες τῷ λόγῳ φήσαντι ‘καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.” μεταλαμβάνεται δὲ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν οἶ τοῦ θεοῦ δίκαιοι.

τούτων δὲ οὕτως σωθησο- μένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρόν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο δεσμοὺς τῶν ἀσεβημάτων διαρρήξειν ὁ θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτοὺς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως.

παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον ‘‘διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ’ ἡμῶν τὸν ζυγὸν αὐτῶν. ᾧ συγγενὲς ἡγοῦμαι τυγχάνειν τὸ μετὰ χεῖρας λέγον ἐν τῇ ἡμέρᾳ ἐκείνη εἶπε κύριος “συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ’ ἐργῶνται κυρίῳ τῷ θεῷ αὑτῶν.”

ἀλλ’ ὅτι μὲν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος καὶ ἐκ ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς τοῦ θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν οἶ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα· ὅτι δὲ καὶ [*](22 Ps. 2, 2.)

v.3.p.486
ἐκ φυλῆς Ἱούδα λέγεται προελεύσεσθαι οὐδ᾿ ἂν ζητηθείη, τῷ μηδ᾿ ἑτέρας ἢ τῆς δηλωθείση φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. γένοιτο δ᾿ ἂν ἐκ περιουςίας καὶ τούτου παραστατικὸν τὸ πααρὰ Μωσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον·

Ἀπὸ τῆς Γενέσεως.

“Ἰούδα, σὲ αἰνέσαισαν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. σκύμνος λέοντος Ἱούδα, ἐκ βλαστοῦ μου υἱὲ ἀνέβης, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης b ὡς λέων, καὶ ὡς σκύμνος. τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἱούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.”

Δώδεκαφυλῶν παρ᾿ Ἑβραίοις οὐσῶν, δι᾿ ὧν τὸ πᾶν ἔθνος συνεστήκει, μιᾶς τούτων προπάτωρ γέγονε καὶ ἀρχίφυλος ὁ Ἰούδας, πρὸς ὃν τεθέσπισται τὰ προκείμενα, ἐξ αὐτοῦ τὸν Χριστὸν προελεύσεσθαι σημαίνοντα. εἰ γοῦν συναγάγοις ἐπὶ ταυτὸ τκὶ παραθείης τῇ μετὰ χεῖρας τὰς ἐν τοῖς πρόσθεν τεθείσας προφητείας, εὕροις ἂν ὁμοίως κατά. τι κοινὸν σημεῖον τὸν αὐτὸν κηρυττόμενον.

ἡ μὲν γὰρ ἔλεγε περὶ τοῦ ἐκ ῥίζης Ἱεσσαὶ ἀναστησομένου τὸ “καὶ ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν·” ἡ δὲ περὶ τοῦ υἱοῦ Σολομῶνος τὸ “κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ οταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη·” ἡ δὲ μετὰ χεῖρας παραπλησίως “ἕως [*](7 Gen. 49, 8. 23. Es. 11, 10. 25. Ps. 72, 8.)

v.3.p.487
ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.

εἰ δὴ οὖν συνᾴδουσιν αἱ περὶ τῶν ἐθνῶν προρρήσεις, ἀπεδείχθησαν δὲ αἶ πρὸ τούτων ὁρῶσαι τὸν ἡμέτερον σωτῆρα, οὐδὲν ἂν εἴη ἐμποδὼν μὴ οὐχὶ τὸν αὐτὸν βλέπειν καὶ τὴν παροῦσαν, εἴπερ σύμφωνα ἀλλήλαις ὁμολογοῦνται θεσπίζειν, μάλιστα ὅτε μέχρι μὲν τῶν χρόνων τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι αὐτῶν ἐκ προγόνων διαδοχῆς συνεστήκεσαν, ἅμα δὲ τῇ αὐτοῦ παρουσίᾳ διαλελοίπεσαν, ὁμοῦ τε ἡ τῶν ἐθνῶν προσδοκία τέλος ἐπῆγε τῇ τοῦ Ἰακὼβ προρρήσει.

οὐκοῦν κἀνταῦθα ὁ Χριστὸς δηλούμενος, καὶ οὐδὲ ἄλλος, ἐκ φυλῆς Ἰούδα προελεύσεσθαι, καὶ ὅτε δὲ ἐκ Δαβὶδ καὶ Σολομῶνος ἔκ τε τῆς ῥίζης Ἰεσσαὶ γεγονὼς ἐδηλοῦτο, ἐκ τῆς αὐτῆς φυλῆς ὢν ἐδείκνυτο.

παῖς μὲν γὰρ ἦν τοῦ Ἰεσσαὶ Δαβὶδ, τοῦ δὲ Δαβὶδ Σολομῶν, συστάντες ἐκ φυλῆς Ἰούδα. εἴη ἂν τοιγαροῦν ἐξ αὐτῆς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ὥσπερ οὖν ὁ θαυμάσιος εὐαγγελιστὴς γενεαλογεῖ Ματθαῖος λέγων “Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν ” καὶ τὰ ἑξῆς.

Ἀλλὰ γὰρ καὶ τούτων τὴν οἰκείαν ἀπόδειξιν ἀπειληφότων καιρὸς καὶ τοὺς χρόνους συνιδεῖν τῆς τῶν προηγορευμένων ἀποπληρώσεως.