Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ὁ κύριος διὰ Νάθαν τοῦ προφήτου ταῦτα τῷ Δαβὶδ θεσπίζει ἐν δευτέρᾳ Παραλειπομένων “καὶ ἔσται, ἐὰν πληρωθῶσιν αἶ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.”

Καὶ ἐν ὀγδόῳ δὲ καὶ ὀγδοηκοστῷ ψαλμῷ περὶ τοῦ αὐτοῦ, ὡς περὶ Δαβὶδ, τάδε εἴρηται “αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἷ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ.”

καὶ αὖθις “ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἴως αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.

καὶ πάλιν “ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.’

καὶ αὖθις “καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ.” ὅμοια δ’ ἂν εἴη τούτοις καὶ τὰ δι’ [*](5 1. Par. 17, 11. 14 Ps. 88, 26. 19 Ps. 88, 4. 22 Ps. 88, 35. 26 Ps. 88, 29.)

v.3.p.474
ὧν εἴρηται “ ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, κα οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.”

Σολομῶν παῖς μὲν ὢν τοῦ Δαβὶδ καὶ τῆς βασιλείας διάδοχος πέφηνεν ὁμολογουμένως. οὗτος δὲ καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν τῷ θεῷ πρῶτος ἐδείματο, καὶ τοῦτον εἰκὸς ὑπολήψεσθαι τοὺς ἐκ περιτομῆς τὸν προφητευόμενον εἶναι· οὓς ἐπιστῆσαι καλὸν εἰ οἶοί τε εἶεν ἐπὶ Σολομῶνα ἀνάγειν τὸν χρησμὸν φάσκοντα “καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα,” καὶ αὖθις μεθ’ ὅρκου διατάσεως ὀμωμοκέναι τὸν θεὸν ἐν τῷ ἁγίῳ αὐτοῦ “ ὡς ἄρα ἔσται ὁ θρόνος τοῦ προφητευομένου, ὡς ὁ ἥλιος, καὶ αἱ ἡμέραι τοῦ οὐρανοῦ.’

εἰ γὰρ δή τις τοὺς χρόνους ἐξετάσειε τῆς τοῦ Σολο- μῶνος βασιλείας, τεσσαράκοντα ἔτη, οὐ πλείονα, εὑρήσει· εἰ δὲ καὶ τῶν διαδόχων αὐτοῦ συνάξοι, οὐδ’ ἐφ’ ὅλοις πεντακοσίοις ἔτεσιν εὕροι ἂν τοὺς πάντας διαγενομένους.

ἀλλὰ ἔστω τοὺς αὐτοὺς καὶ μέχρι τῆς ὑστάτης ὑπὸ Ῥωμαίων πολιορκίας τοῦ Ἰουδαίων ἔθνους διαρκέσαι νομίζεσθαι· τί οὖν τοῦτο πρὸς τὴν προφητείαν ’ εἰς τὸν αἰῶνα, καὶ ὡς τὸν ἥλιον, καὶ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ διαμενεῖν τὸν θρόνον αὐτοῦ” θεσπίζουσαν; τὸ δὲ καὶ ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν ” πῶς ἂν τῷ Σολομῶνι ἁρμόσειεν, ὅτε διαρρήδην ἡ κατὰ αὐτὸν ἱστορία ἀλλότρια καὶ ἀπῳκισμένα τῆς τοῦ θεοῦ εἰσποιήσεως περὶ αὐτοῦ διδάσκει;

ἄκουε δ’ οὑν οἴαν κατηγορίαν αὐτοῦ καταλέγει· “καὶ Σολομῶν ἦν φιλογύναιος, καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλὰς, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, [*](1 Ps. 131, 11. 28 3. Reg. 11, 1.)

v.3.p.475
καὶ Ἰδουμαίας, Σύρας καὶ Χετταίας, καὶ Ἀμορραίας, ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε κύριος ὁ θεὸς τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθαι εἰς αὐτάς.’

καὶ ἐπιφέρει τούτοις “καὶ οὐκ ὖν ἡ καρδία αὐτοῦ μετὰ κυρίου τοῦ θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐπορεύθη Σολομῶν ὀπίσω τῆς Ἀστάρτης, βδελύγματος Σιδωνίων, καὶ ὀπίσω τοῦ βασιλέως αὐτῶν εἰδώλου υἱῶν Ἄμμων. καὶ ἐποίησε Σολομῶν τὸ πονηρὸν ἐνώπιον κυρίου.”

καὶ αὖθις ἑξῆς ἐπάγει “καὶ ἤγειρε κύριος σατὰν τῷ Σολομῶνι, τὸν Ἄδερ τὸν Ἰδουμαῖον.” τὸν δὴ ἐπὶ τοσούτοις καὶ τοιούτοις διαβεβλημένον τίς ἂν αἱρεῖ λόγος πατέρα τὸν θεὸν τολμᾶν ἐπιγράφεσθαι, καὶ τὸν ἐπὶ πάντων θεὸν υἱὸν ἑαυτοῦ πρωτότοκον ἀναγορεύειν αὑτόν; πῶς δὲ ταῦτα τοτὲ μὲν ὡς περὶ αὐτοῦ λέγεται τοῦ Δαβὶδ, τοτὲ δὲ ὡς περὶ σπέρματος αὐτοῦ; ἀλλ’ οὐδὲ τῷ Δαβὶδ ἐφαρμόζοι ἂν, ὡς ἐπιστήσαντί σοι δῆλον ἔσται·

οὐκοῦν τὸν ἐκ σπέρματος Δαβὶδ ἀναστήσεσθαι ἐν τούτοις δηλούμενον ἕτερον ζητητέον. ἀλλ’ οὐδεὶς ἄλλος τοιοῦτος ἐξ αὐτοῦ γέγονεν, ὡς ἱστορεῖται, ἢ ὅτι γε εἷς ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοὐ θεοῦ, ὅς μόνος τῶν πώποτε ἐκ σπέρματος Δαβὶδ βεβασιλευκότων καθ’ ὅλης ἀνηγόρευται τῆς οἰκουμένης υἱὸς Δαβὶδ, κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν ὁμολογούμενος, καὶ τούτου γε μένει καὶ διαμενεῖ βασιλεία εἰς τὸν ἄπειρον αἰῶνα παρατείνουσα, καίτοι μυρία μὲν ἐπιβεβουλευμένη, θείᾳ δὲ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τὸ ἔνθεον καὶ ἀήττητον τῆς περὶ αὐτοῦ προφητείας ἀκολούθως ἐπιδεικνυμένη.

εἰ δὲ ὀμνύντα τὸν θεὸν ἀκούεις κατὰ τοῦ ἁγίου αὐτοῦ, ὡς πατρὸς ἄκουε ὀμνύντος κατὰ τοὐ θεοῦ λόγου, τοῦ πάντων αἰώνων προυφεστῶτος, ἁγίου καὶ μονογενοῦς

v.3.p.476
αὐτοπυ παιδὸς, ὅν ποικίλως έθεολόγησαν αἱ πρόσθεν ἡμῖν παρατεθεῖσαι φωναὶ, καθ’ οὖ ὅμνυσιν ὁ θεὸς καὶ πατὴρ αὐτοῦ, ὡς κατὰ ἠγαπημένου, τὸν ἐκ σπέρματος Δαβὶδ τὸν ἅπειρον αἰῶνα δοξάσειν· ὅ καὶ γέγονεν ὅτε ὁ λόγος σὰρξ γενόμενος τὸν ἐκ σπέρματος Δοαβὶδ ἀνείληφέ τε καὶ ἐθεοποίησε. διὸ καὶ υἱὸν αὐτὸν άναγορεύει λέγων, “ἐγὼ ἕσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἕσται μοι εἰς υἱόν.”

καὶ πάλιν “κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.” σαφως τοι γαροῦν ἐκ τούτων ὁ υἱος τοῦ θεοῦ ὁ πρωτότοκος ἐκ σπέρματος ἕσεσθαι Δαβὶδ άνείρηται, ὥστε ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν υἱὸν τοῦ Δαβὶδ τῷ θεοῦ υἱῷ καὶ τὸν υἱὸν τοῦ θεοῦ τῷ Δαβίδ. δι’ ὦν ἐναργῶς ὁ πρωτόἀνθρώπου γενἠσεσθαι προεφητεύετο.

καὶ τοῦτο δὲ τὸ λόγιον ἡ τοῦ εὐαγγελίου γραφὴ ἐπισφραγίζεται, δι’ ὦν φησιν ἐπιστάντα τὸν Γαβριὴλ τῇ ἁγίᾳ παρθένῳφάναι περὶ τοῦ σωτῆρος ἡμῶν“ οὖτος ἕσται μέγας, καὶ υὑὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνου Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει λεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἕσται τέλος.”

καὶ μετὰ βραχέα δὲ ἐν τῷ αύτῷ εὐαγγελίῳ Ζαχαρίας ὁ τοῦ Ἱωάννου πατὴρ τάδε περὶ τοῦ Χριστοῦ θεσπίζει “εὐλογητὸς κὐριος ὁ θεὸς τοῦ Ἰσραὴλ, ὅτι ἐπεσκέψατο καὶ έποίησε λύτρωσιν τῷ λαῷ αὑτοῦ, καὶ ἥγειρε κέρας σωτηρίας ἡμῖν ἐν οἵκῳ Δαβὶδ τοῦ παιδὸς αὑτοῦ, καθὼς ἐλάλησε διὰ στόματος τῶν ἁγίων ἀπ’ αἰῶνος αὐτοῦ προφητῶν.”

άλλ’ ὅτι μὲν τὸν ἐπηγγελμένον [*](7 2. Reg. 7, 14. 8 Ps. 89, 27. 14 Col. 1, 15. 18 Luc. 1, 32. 25 Luc. 1, 68)

v.3.p.477
τῷ Δαβὶδ αἰώνιον θρόνον ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ἀνθρώ- πων ἀπείληφεν, ἱκαναὶ πιστώσασθαι αἶ προπαρατεθεῖσαι μαρτυρίαι, ἥ τε τοῦ Γαβριὴλ καὶ ἡ τοῦ Ζαχαρίου, δι’ ὧν καὶ συνίσταται ἐκ σπέρματος γεγονὼς Δαβὶδ κατὰ σάρκα.

τίνι δὲ λόγῳ τὸν Ἰωσὴφ γενεαλογοῦσιν οἶ ἱεροὶ εὐαγγελισταὶ, καίπερ μὴ ὄντος τοῦ σωτῆρος ἡμῶν ἐξ αὐτοῦ, ἀλλ’ ἐξ ἁγίου πνεύματος καὶ τῆς ἁγίας παρθένου, ὅπως τε καὶ αὕτη ἡ τοῦ κυρίου μήτηρ ἀπὸ γένους καὶ σπέρματος ἀποδείκνυται εἶναι Δαβὶδ, ἐν τῷ πρώτῳ τῶν εἰς τὴν γενεαλο- γίαν τοῦ σωτῆρος ἡμῶν ζητημάτων καὶ λύσεων διειληφότος, ἐπ’ ἐκεῖνα τοὺς φιλομαθεῖς ἀναπέμπομεν, ἐφ’ ἑτέραν ἡμᾶς ὑπόθεσιν κατεπείγοντος τοῦ παρόντος καιροῦ.

  • Ἀπὸ Ψαλμοῦ οα΄.
  • “ Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως.”

    καὶ ἐξῆς ἐπιλέγει ‘καὶ συμπαραμενεῖ τῷ ἡλίῳ, καὶ πρὸ τῆς σελήνης, γενεάς γενεῶν, καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν. ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἴως οὑ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἴως περάτων τῆς οἰκουμένης.”

    καὶ μετὰ βραχέα φησὶν “ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημἐνον εἰς τοὺς αἰῶνας, πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα [*](17 Ps. 71, 1.)

    v.3.p.478
    αὐτοῦ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἶ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.”