Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ποῦ δέ φησιν ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ ἢ ἐν τῇ Βηθλεὲμ τῇ Ἐφραθά; ἐντεῦθεν γοῦν τὸ κέρας τοῦ Δαβὶδ ὁ Χριστὸς τὸ κατὰ σάρκα οἷόν τι μέγα φῶς ἐξανέτειλεν, ἐνταῦθά τε προητοίμαστο ὑπὸ τοῦ θεοῦ τῶν ὅλων ὁ τοῦ Χριστοῦ λύχνος.

εἴη δ’ ἂν λύχνος αὐτοῦ, οἷα νοεροῦ φωτὸς, τὸ ἀνφρώπειον σκῆνος, δι’ οὗ δίκην ὀστρακίνου σκεύους, ὥσπερ διὰ λύχνου, τὰς τοῦ ἰδίου φωτὸς ἀκτῖνας πᾶσι τοῖς ἐν ἀγνοίᾳ θεοῦ καὶ σκότῳ βαθεῖ πιεζομένοις ἐξέλαμψεν.

ἀλλὰ γὰρ καὶ ἐν τούτοις ἀποδεδεῖχθαι σαφῶς ἡγοῦμαι θεὸν Ἰακὼβ ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν τυγχάνοντα αἰῶνος ἀνθρώποις ἐπιδημήσειν, καὶ γεννηφήσεσθαι οὐκ ἀλλαχόθι γῆς ἀλλ’ ἢ ἐν τῷ κατὰ Βηθλεὲμ τόπῳ, πρὸς τοῖς Ἱεροσολύμοις εἰσέτι καὶ νῦν ἐπιδεικνυμένῳ χωρίῳ, ἔνθα οὐδ’ ἄλλος μετὰ τοὺς τῶν προφητῶν χρόνους ἐπιφανὴς καὶ εἰς πάντας άνθρώπους ἐπίδοξος ἢ μόνος Ἰησοῦς ὁ Χριστὸς πρὸς τῶν ἐπιχωρίων ἀπάντων ἀκολούθως ταῖς εὐαγγελικαῖς φωναῖς γεγονὼς μαρτυρεῖται.

ἑρμηνεύεται δὲ ἡ Βηθλεὲμ οἶκος ἄρτου, φερώνυμος οὔσα τοῦ προελφοντος ἐξ αὐτῆς σωτῆρος ἡμῶν ὄντος θεοῦ λόγου, ψυχῶν λογικῶν θρεπτικοῦ. ὃ καὶ παρίστησιν αὐτὸς λέγων "ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς.”

ἀλλ’ ἐπειδὴ καὶ τοῦ Δαβὶδ γέγονεν αὕτη πατρὶς, εἰκότως καὶ ὁ κατὰ σάρκα γενόμενος υἱὸς Δαβὶδ τὴν [*](28 Jo. 6, 41.)

v.3.p.471
πρόοδον ἐξ αὐτῆς ἐποιήσατο, ἀκολούθως ταῖς προφητικαῖς προρρήσεσιν, ὥστε οὐκ ἄδηλον εἶναι καὶ τὴν αἰτίαν δι’ ἣν πατρίδα τὴν Βηθλεὲμ ἐπεγράψατο.

ἀλλὰ καὶ ἐν Ναζάροις ἀνατραφεὶς λέγεται, καὶ πάλιν Ναζωραῖος κληθήσεσθαι. ἰστέον οὖν ὅτι καὶ τὸ ναζιραῖον ὄνομα Ἑβραικὸν τυγχάνει ἐν Λευιτικῷ ἐπὶ τοῦ χρίσματος τοῦ παρ’ αὐτοῖς χριστοῦ. ἦν δὲ οὗτος ὁ ἄρχων κατ’ εἰκόνα τοῦ μεγάλου καὶ ἀληθῶς ἀρχιερέως τοῦ Χριστοῦ τοῦ θεοῦ 5 σκιώδη τινὰ καὶ τυπικὸν Χριστὸν ἐπιφερόμενος.

ἐν οἷς γοῦν εἴρηται κατὰ τοὺς ἑβδομήκοντα περὶ τοῦ ἀρχιερέως “καὶ οὐ βεβηλώσει τὸν ἡγιασμένον τοῦ θεοῦ αὑτοῦ, ὅτι τὸ ἅγιον ἔλαιον χριστὸν τοῦ θεοῦ αὐτοῦ.” τὸ μὲν Ἑβραϊκὸν “ὅτι ναζὲρ ἔλαιον περιέχει ὁ δὲ Ἀκύλας ὅτι ἀφορισμα, ἔλαιον ἀλείμματος θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ δὲ Σύμμαχος “ὅτι ἄθικτον ἔλαιον τοῦ χρίσματος τοῦ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ·” ὁ Θεοδοτίων “ὅτι ναζὲρ ἔλαιον τὸ χριστὸν παρὰ θεοῦ αὐτοῦ ἐπ’ αὐτῷ.”

ὥστε εἷναι τὸ ναζὲρ κατὰ μὲν τοὺς ἑβδομήκοντα ἅγιον, κατὰ δὲ τὸν Ἀκύλαν ἀφόρισμα, κατὰ δὲ τὸν Σύμμαχον ἄθικτον, ὥστε ἐκ τούτου τὸ ναζιραῖον ὄνομα σημαίνειν ἤτοι τὸν ἅγιον, ἢ τὸν ἀφωρισμένον, ἢ τὸν ἄθικτον. ἀλλ’ οἶ μὲν πάλαι ἱερεῖς δι’ ἐλαίου σκευ- αστοῦ, τοὐ παρὰ Μωσεῖ ναζὲρ καλουμένου, χριόμενοι, παραγωγῶς ἀπὸ τοῦ ναζὲρ ἐκαλοῦντο ναζιραῖοι.

ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν κατὰ φύσιν ἔχων τὸ ἅγιον καὶ τὸ ἄθικτον καὶ τὸ ἀφωρισμένον, οὐ δεόμενός τε χρίσματος ἀνθρωπίνου, ὅμως τῆς τοῦ ναζιραίου προσηγορίας παρ’ ἀνθρώποις ἔτυχεν, οὐκ ἀπὸ τοῦ καλουμένου ναζέρ ἐλαίου ναζιραῖος γεγονὼς, [*](12 Levit. 21, 12.)

v.3.p.472
ὢν μὲν τῇ φύσει τοιοῦτος, κληθεὶς δὲ καὶ παρ’ ἀνθρώποις Ναζιραῖος ἀπὸ τῆς Ναζαρὲθ, ἔνθα παρὰ τοῖς κατὰ σάρκα γονεῦσι τὴν ἐν παισὶν ἀνατροφὴν ἔσχηκε.

διὸ λέλεκται παρὰ τῷ Ματθαίῳ “χρηματισθεὶς δὲ κατ’ ὄναρ δῆλον δὲ ὅτι ὁ Ἰωσὴφ) ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας, καὶ ἐλθὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρὰ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι Ναζωραῖος κληθήσεται.”

ἔδει μὲν γὰρ αὐτὸν ἐξ ἅπαντος φύσει καὶ ἀληθείᾳ ναζιραῖον ὄντα, τοῦτ’ ἔστιν ἅγιον καὶ ἄθικτον καὶ ἀφωρισμένον, ἐξ ἀνθρώπων κληθῆναι ταύτῃ τῇ προσηγορίᾳ· ἀλλ’ ἐπεὶ μὴ ἐκ τοῦ ναζὲρ ἐλαίου ταύτης ἔτυχε τῆς προσηγορίας, μὴ δεηθεὶς ἀνθρωπίνου πίνου χρίσματος, ἐκ τοῦ τόπου τῆς Ναζαρὲθ τὴν ἐκτήσατο.

Τούτων οὕτως ἀποδεδειγμένων καιρὸς ἐπισκέψασθαι καὶ ἐξ ὁποίου γένους, ἐξ ὁποίας τε Ἑβραίων φυλῆς ὁ σωτὴρ τῶν ψυχῶν ἡμῶν, ὁ Χριστὸς τοῦ θεοῦ, προελεύσεσθαι ἐκηρύττετο. πρώτας δὲ τὰς εὐαγγελικὰς καὶ περὶ τούτου παραθήσομαι λέξεις, εἶθ’ ὥσπερ ἁρμονίους σφραγῖδας τὰς προφητικὰς αὐταῖς ἐπιθήσω μαρτυρίας. ὁ μὲν οὖν Ματθαῖος ὧδε τὸν Χριστὸν κατὰ σάρκα γενεαλογεῖ ‘Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαὰκ, Ἰσαὰκ δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰούδαν” καὶ τὰ ἐξῆς.

συνᾴδει δὲ αὐτῷ καὶ ὁ ἀπόστολος λέγων "ἀφωρίσθαι εἰς εὐαγγέλοιν θεοῦ ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν γραφαῖς ἁγίαις περὶ τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. γένοιτο [*](4 Matth. 2, 22. 23 Matth. 1, 1. 27 Rom. 1, 1.)

v.3.p.473
δ’ ἄν σύμφωνα ταῦτα ταῖς οὕτως ἐχούσαις προρρήσεσιν.

Ἀπὸ τῆς δευτέρας τῶν Παραλειπομένων.