Demonstratio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
καὶ ἐπειδὴ διὰ τῶν τῆς σαρκὸς ἁμαρτημάτων πάλαι πρότερον ἡ πτῶσις ἐγίνετο πᾶσιν ἀνθρώποις, εἰκότως πάλιν δι’ ἀναμαρτήτου καὶ πάσης ἀχράντου κακίας τὰ κατὰ τῶν ἐχθρῶν ἀνηγείρετο τρόπαια.
τίνων δὲ ἐχθρῶν, ἢ τῶν πάλαι διὰ τῶν τῆς σαρκὸς [*](19 Rom. 5, 12.)
ἔν οὖν καὶ διὰ σωμάτων αἰσθήσεως τῆς τῶν νοντῶν καὶ ἀσωμάτων ἐννοίας ἐπιλαβώμεθα, τὸν ἡμῖν συγγενῆ καὶ γνώριμον λόγον αὐτὸς ὁ θεὸς λόγος ἀνελάμβανε, καὶ πάντα γε δι’ αὐτοῦ τὰ σωτήρια τοῖς αὐτηκόοις καὶ αὐτόπταις τῶν ἐνθέων αὐτοῦ λόγων τε καὶ ἔργων προεβάλλετο.
καὶ ταῦτ’ ἔπραττε ταῖς τοῦ σώματος ἀνάγκαις ὁμοίως ἡμῖν οὐδαμῶς καταδεσμούμενος, οὐδέ τι χεῖρον ἢ μεῖζον αὐτὸς ἑαυτοῦ τῆς θεότητος ὑπομένων, οὐδ’ οὕτως οἷα ἀνθρώπου ψυχὴ τῷ σώματι πεδούμενος ὡς μὴ ἐνεργεῖν δύνασθαι τὰ θεῖα, μηδὲ πανταχῆ παρεῖναι θεοῦ λόγον ὄντα, καὶ τὰ πάντα πληροῦντα καὶ διὰ πάντων ἥκοντα·
ἀλλ’ οὐδὲ ῥύπον ἢ φθορὰν ἢ μίασμα ἐξ ἧς ἀνείληφε σαρκὸς ἐπενηνεγμένος, ὅτι δὴ ἀσώματος ὢν τὴν φύσιν καὶ ἄυλος καὶ ἄσαρκος, οἷα θεοῦ λόγος, ἐνθέῳ δυνάμει καὶ λόγοις ἡμῖν ἀρρήτοις πᾶσαν ὑπῄει τὴν οἰκονομίαν, τῶν οἰκείων μεταδιδοὺς, ἀλλ’ οὐκ ἀντεπαγόμενος τῶν ἀλλοτρίων
οὐκοῦν τι φοβεῖσθαι χρὴ τὴν ἔνσαρκον οἰκονομίαν, ἐπεὶ μὴ ἐμολύνετο ὁ ἀμόλυντος μηδὲ ἐκ τῆς σαρκὸς ὁ ἀμίαντος ἐμιαίνετο μηδὲ συνεφθείρετο τῇ τοῦ σώματος οἰκείᾳ φύσει ὁ ἀπαθὴς τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν νἄ τι ἀκτῖνες νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι; τῷ
ᾧ ἐπιφέρει ἐξῆς τὰ τοῦτον ἔχοντα τὸν τρόπον ‟ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε. καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δὴ οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν ἀγῶνα καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.”
Καὶ τὰ μὲν τῆς προφητείας ὧδέ πη εἶχεν. ἐπιστήσαι δὲ ἄξιον τῷ τοῦ λόγου προοιμίῳ μαρτυρα- [*](14 Es. 7, 9.)
ἀκοῇ γὰρ τῶν περὶ τοῦ Χριστοῦ προφητειῶν διὰ πάσης ἡμέρας ἀκούοντες ὠσὶ διανοίας οὐκ ἀκούουσιν. τῆς τε ἀγνοίας αὐτῶν αἴτιον οὐδὲν ἴτερον ἢ ἀπιστία τυγχά- τυγχάνει, καὶ τοῦτο τῆς προρρήσεως ἀψευδῶς περὶ αὐτῶν καὶ πρὸς αὐτοὺς ἀποφηναμένης. ἐὰν γὰρ, φησὶ, μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.
ἀλλ’ εἰ φαῖεν μὴ παρθένον, νεᾶνιν δὲ ὠνομάσθαι ἐν xfj γραφῇ, (οὕτως γάρ φασι φέρεσθαι παρ’ αὑτοῖς) καὶ ποῖον ἂν γένοιτο, φήσομεν, σημεῖον ἐπαγγελίας θεοῦ ἄξιον, εἰ συνήθως τίκτειν οἷα καὶ πάσαι γυναῖκες ἐξ ὁμι- λίας ἀνδρὸς ἐν γαστρὶ λαβοῦσα νεᾶνίς τις ἔμελλε ; πῶς δὲ καὶ θεὸς ἦν ὁ ἐξ αὐτῆς γεννώμενος ; καὶ οὐχ ἁπλῶς θεὸς, ἀλλ’ ὁ μεθ’ ἡμῶν; τοῦτο γὰρ σημαί- σημαίνειν βούλεται τὸ Ἐμμανουήλ, ὅπερ φησὶ δεῖν ὀνομά- ὀνομάζειν τὸν γεννώμενον. ἰδοὺ γὰρ ἡ παρθένος, φησὶν, ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ θεός.”
ποῖος δὲ καὶ ἀγὼν θεῷ, ἢ ποῖος ἂν εἴη κόπος καὶ μόχθος ἐπὶ συνήθει τρόπῳ γυναικὸς τικτούσης; ἐν μὲν γὰρ τοῖς ἡμετέροις ἀν- τιγράφοις ὑφ’ ἑβδομήκοντα ἀνδρῶν, ἄνωθεν μὶν Eβραίων τὸ γένος, ἐπ’ ἀκριβείᾳ δὲ τῆς πατρίου παι- δείας δεδοκιμασμένων, ἑρμηνευομένοις ὧδέ πως φέ-
ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, ὃς κεκλήσεται ὁ μεθ’ ἡμῶν θεός·” (τοῦτο γὰρ, ὡς ἔφην, δηλοῦν βούλεται τὸ Ἐμμανουὴλ ὄνομα·) ἐν δὲ τοῖς αὐτῶν Ἰουδαίων ἀντιγράφοις κατὰ τὴν Ἀκύλου μεταβολὴν φερομένοις, (προσήλυτος δὲ ὁ Ἀκύλας ἦν, οὐ φύσει Ἰουδαῖος) ὅμως δ’ οὖν καὶ κατ’ αὐτὸν τοῦτον εἴρηται τὸν τρόπον ‟ἀκούσατε δὴ οἶκος Δαβὶδ, μή τι ὀλίγον ἀπὸ ὑμῶν μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καί γε τὸν κύριον θεόν μου; διὰ τοῦτο δόσει αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις ἐν γαστρὶ αυλλαμβάνει, καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”
παρὰ δὲ τῷ Συμμάχῳ ταῦθ’ οὕτως ἔχει (λέγεται δὲ ὁ Σύμμαχος Ἐβιωναῖος εἶναι· αἵρεσις δὲ ἣν οὕτω καλουμένων τινῶν Ἰουδαίων εἰς Χριστὸν πιστεύειν λεγομένων, ἐξ ὧν ὁ Σύμμαχος ἦν, παρ’ ᾧ καὶ αὐτῷ ταῦτα οὕτως ἔχει) ‟ἀκούσατε οἶκος Δαβὶδ, μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε τὸν θεόν μου; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ νεᾶνις συλλαμβάνει καὶ τίκτει υἱὸν, καὶ καλέσεις ὄνομα αὐτοῦ Ἐμμανουήλ.”
ἐπειδὴ γὰρ τοῦ Ἰουδαίων ἔθνους τὸ σκληρὸνα τοῦ τρόπου καὶ πρὸς εὐσέβειαν δυσένδοτον ἱδρῶτα καὶ κόπον μόχθον τε οὐ τὸν τυχόντα καὶ ἀγῶνα παρεῖχε τοῖς πάλαι θεοφιλέσι προφήταις, τούτου χάριν οὐκ αὔταρκες ὑμῖν, φησὶ, τοὺς προφήτας τοῦ θεοῦ μοχθοῦν, καὶ ἀγῶνα παρέχειν ἀνθρώποις; ἀλλ’ ἤδη καὶ τὸν θεόν μου κοποῦτε, καὶ ἀγῶνα παρέχετε καί γε τῷ θεῷ μου;” οὕτω γὰρ καὶ Θεοδοτίων ἐξέδωκεν.
ὁ γοῦν προφήτης ἰδίως ἑαυτοῦ θεῖν, ἀλλ’
τίς δ’ ἂν εἴη ὁ ἀγὼν καὶ μόχθος ἢ ὁ κόπος τοῦ προφητευομένου θεοῦ, τὸ εῖς ἀνθρώπων γένεσιν ἐλθεῖν, κατὰ μὲν ἡμὰς καὶ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν ἐκ παρθένου γεννώμενον, κατὰ δὲ τὴν νῦν παρὰ Ἰουδαίοις φερομένην ἐκ νεάνιδος; εὕροις δ’ ἂν παρὰ Μωσεῖ καὶ τὴν ὁμολογουμένως παρθένον νεᾶνιν προσηγορευμένην, τὴν γοῦν ἑτέρῳ μεμνηστευμένην, ὑφ’ ἑτέρου δὲ ἐκβεβιασμένην τούτῳ κέκληκε τῷ προσρήματι.
ἀλλὰ καὶ ὁ ἐκ τῆς δηλουμένης τεχθησόμενος Ἐμμανουὴλ μείζονα ἢ κατὰ τὸν κοινὸν ἄνθρωπον ἐπιφέρεται δύναμιν, ἐκλεγόμενος τὸ ἀγαθὸν πρὶν ἢ γνῶναι πονηρὰ, καὶ ἀπειθῶν πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν· καὶ ταῦτα οὐκ ἐν τῇ τοῦ ἀνδρὸς ἡλικίᾳ, ἀλλ’ ἐν τῇ τοῦ παιδίου.
διὸ εἴρηται ‘‘πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν”, δι’ ὧν παντελῶς τὸ τῆς κακίας ἄπειρον τοῦ δηλουμένου παρίσταται. ἀλλὰ καὶ κρείττονα ἢ κατὰ ἄνθρωπον ἐπάγεται τὴν ἐπωνυμίαν ὁ μεθ’ ἡμῶν ὑπάρχων θεός.
διὸ καὶ τὸ περὶ αὐτοῦ σημεῖον βάθος ἐλέγετο περιέχειν, ὁμοῦ δὲ καὶ ὕψος· βάθος μὲν διὰ τὴν εἰς ἀνθρώπους κάθοδον, ἢ καὶ τὴν μέχρι θανάτου παρουσίαν, ὕψος δὲ διὰ τὴν ἔνθεον ἐκ τοῦ βάθους ἀποκατάστασιν, ἢ διὰ τὴν τῆς ἐνθέου προϋπάρξεως αὐτοῦ θεολογίαν.
τίς δ’ ἂν εἴη ὁ μεθ’ ἡμῶν [*](11 Deut. 22, 19 se qq.)