Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τοῦτο τρίτον ἤδη τὸ παιδίον προφητεύεται, τοὐ αὐτοῦ ποικίλως σημαινομένου. ἐπειδὴ τοίνυν πρόκειται νῦν ἡμῖν τὸν τρόπον τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ παρουσίας ἐπιδεῖξαι, θέα δι’ ὅσων οὗτος καὶ ὅπως παρίσταται. ἐδεικνύετο πρῶτον ὁ ἐπικληθεὶς Ἐμμανουὴλ θεὸς ἐκ παρθένου γεννώμενος· δεύτερον τὸ ἐκ τῆς προφήτιδος καὶ τοῦ ἁγίου πνεύματος παιδίον οὐκ ἄλλο τυγχάνον τοῦ προηγορευμένου· τρίτον ὁ μετὰ χεῖρας, εἶς ὢν καὶ ὁ αὐτὸς τοῖς προτέροις, καὶ τούτῳ γοῦν ὄνομα εἶναι λέγεται κατὰ μὲν τοὺς ἑβδομήκοντα “μεγάλης βουλῆς ἄγγελος,” καὶ τινα τῶν ἀντιγράφων ἔχει “θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος·”

κατὰ δὲ τὸ Ἑβραικὸν, ὡς ὁ μὲν Ἀκύλας φησὶν, ‘‘ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, καὶ ἐγένετο μέτρον ἐπ’ ὤμου αὐτοῦ

v.3.p.454
καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ θαυμαστὸς σύμβουλος, ἰσχυρὸς, δυνατὸς, πατὴρ, ἔτι ἄρχων εἰρήνης, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας·”

ὡς δὲ ὁ Σύμμαχος “νεανίας γὰρ ἐδόθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν. καὶ ἔσται ἡ παιδεία αὐτοῦ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμὸς, βουλευ- τικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρή- νῆς, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι πέρας.”

οὐκ- οὑν οὐχ ἁπλῶς ἄγγελος κατὰ τοὺς ἑβδομήκοντα, ἀλλὰ “τῆς μεγάλης βουλῆς ἄγγελος, καὶ θαυμαστὸς σύμ- βουλος, καὶ θεὸς ἰσχυρὸς, καὶ ἐξουσιαστὴς καὶ ἄρχων εἰρήνης, καὶ πατὴρ τοῦ μέλλοντος αἰῶνος γεννηθή- σεσθαι,” καὶ παιδίον ἔσεσθαι διὰ τούτων ἐθεσπίζετο. ἔχεις δὲ ἐν τοῖς προτέροις τὸν τοῖ θεοῦ λόγον καὶ θεὸν καὶ κύριον διαφόρως ἀνηγορευμένον, ὁμοῦ δὲ τὸν αὐτὸν ἄγγελον ὠνομασμένον τοῦ πατρὸς, καὶ ἀρχι- στράτηγον δυνάμεως κυρίου.

τίς δ’ ἂν οὖν γέ- νοιτο κατὰ μὲν τὸν Ἀκύλαν καὶ τὰς εἰσέτι νῦν φερο- μἐνας παρ’ Ἑβραίοις μαρτυρίας “ἐν ἀνθρώποις γεν- νώμενος, καὶ παιδίον γινόμενος, θαυμαστὸς σύμβου- λος καὶ ἰσχυρὸς, δυνατὸς, καὶ πατὴρ, ἔτι καὶ ἄρχων εἰρήνης, ἧς εἰρήνης οὔποτέ φησιν ἔσεσθαι τέλος·” κατὰ δὲ τὸν Σύμμαχον‘ παραδοξασμὸς, βουλευτικὸς, ἰσχυρὸς, δυνατὸς, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, καὶ ταύτης ἀπείρου καὶ ἀτελευτήτου *" καὶ κατὰ Θεοδο- τίωνα ‘θαυμαστῶς βουλεύων, ἰσχυρὸς, δυνάστης, πατὴρ, ἄρχων εἰρήνης, τῷ πληθύνειν τὴν παιδείαν, οὗ τῆς εἰρήνης οὐκ ἔστι πέρας ’

καὶ αὐτῷ σοι τὰ ἑξῆς καταλείπω σκοπεῖν, τοσοῦτον ἐπισημηνάμμ νος, ὧς ἄρα αὐτὸς οὗτος ὁ λεγόμενος πατὴρ αἰῶνος καὶ ἀπείρου εἰρήνης ἄρχων μεγάλης τε βουλῆς ἄγγε- λος γεννηθήσεσθαι καὶ παιδίον ἔσεσθαι προφητεύ-

v.3.p.455
ἔται, ἐπί τε τῇ εἰς ἀνθρώπους αὐτοῦ γενέσει πυρικαύστους ἐθελήσειν ἔσεσθαι τοὺς ἐπὶ τῇ δι’ αὐτοῦ γενομένῃ σωτηρίᾳ τῶν ἐθνῶν διαφθονουμένους, εἴτε δαίμονας πονηροὺς εἴτε καὶ ἀσεβεῖς ἄνδρας, περὶ ὧν φησιν ὅτι “πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ὰποτίσουσι.”

τίνες δὲ ἄρα ἦσαν οὗτοι ἢ περὶ ὧν ἀλλαχοῦ ἐξ αὐτοῦ προσώπου τοῦ σωτῆρος ἡμῶν εἴρηται διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον;” οἵ τε τῆς τούτ’ ὢν μέτοχοι δυσσεβείας, οἳ καὶ θελήσουσι, τὴν σφῶν αὐτῶν κρίσιν ὕστερόν ποτε ὀψόμενοι, εἰ πρὸ τῆς ἀσεβείας αὐτῶν ἐγεγόνεισαν πυρίκαυστοι, πρὶν ἢ τὸν τῆς μεγάλης βουλῆς ἄγγελον πρὸς αὐτῶν ἀσεβηθῆναι.

καὶ σὺ δὲ παρὰ σαυτῷ σκέψαι εἰ μὴ ὑπερβαίνει πάσαν φύσιν ἀνθρώπων τὸ μὴ τέλος ἔχειν τὴν εἰρήνην αὐτοῦ λέγεσθαι καὶ τὸ πατέρα ὀνομάζεσθαι αἰῶνος. καὶ αὐτὸ δὲ τὸ καλεῖσθαι αὐτὸν οὐχ ἁπλῶς ἄγγελον, ἀλλὰ τῆς μεγάλης βουλῆς ἄγγελον καὶ θεὸν ἰσχυρὸν, καὶ ὅσα τούτοις συγκατείλεκται. ἔτι δέ φησι δι’ αὐτοῦ κατορθωθήσεσθαι τὴν τοῦ Δαβὶδ βασιλείαν, ὃ καὶ αὐτὸ τοῦτον νοήσεις τὸν τρόπον.

πλεῖσται ὅσαι τῷ Δαβὶδ γεγόνασιν ἐπαγγελίαι, ἐν αἷς εἴρηται “καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ· αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς· εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ, καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρό- [*](8 Ps. 22, 18. 24 Ps. 89, 25.)

v.3.p.456
νον αὐτοῦ, ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.”

καὶ αὖθις “ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.” τοσαῦτα ἐν τοῖς ψαλμοῖς τοῦ θεοῦ τῷ Δαβὶδ ἐπηγγελμένου, τάναντία τία συνέβη ταῖς ἐπαγγελίαις ἐπελθεῖν διὰ τὰς τῶν διαδόχων αὐτοῦ δυσσεβείας.

ἡ γοῦν ἐκ σπέρματος Δαβὶδ βασιλεία διαρκέσασα μέχρις Ἰεχονίου καὶ τῆς ὑπὸ Βαβυλωνίοις τοῦ ἱεροῦ πολιορκίας λελυτο, ὡς ἐξ ἐκείνου μηκέτι τὸν θρόνον Δαβὶδ μηδὲ τοὺς ἐκ σπέρματος αὐτοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους.

καὶ ταύτην γε τὴν γενομένην διάπτωσιν τῆς πρὸς τὸν Δαβὶδ ἐπαγγελίας κατὰ τὴν προειρημένην τοῦ ψαλμοῦ παράθεσιν τὸ θεῖον ὧδέ πως πνεῦμα θεσπίζει ‘σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου· κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ, καθεῖλες πάντας τοὺς φραγμοὺς αὐτοῦ.”

καὶ μετ’ ὀλίγα τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέρραξας, ἐσμίκρυνας τὰς ἡμέρας τοῦ χρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην,” ἃ καὶ ἐναργῶς ἀρξάμενα συντελεῖσθαι ἀπὸ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, μέχρι τῆς Ῥωμαίων καὶ Τιβερίου παρεξετάθη βασιλείας. οὐδεὶς γοῦν ἐκ τῆς τοῦ Δαβὶδ διαδοχῆς ἐν τοῖς μεταξὺ χρόνοις φαίνεται ἐπὶ τὸν βασιλικὸν τοῦ Ἑβραίων ἔθνους καθεσθεὶς θρόνον μέχρι τῆς τοὐ Χριστοῦ παρουσίας.

τοῦ δὲ ἐκ σπέρματος Δαβὶδ γενομένου κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βασιλέως ἐπὶ πᾶσαν τὴν οἰκουμένην ἀνακηρυχθέντος, [*](2 Ps. 89, 35. 16 Ps. 89, 38.)

v.3.p.457
ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ εἰς τὸν αἰῶνα, καὶ εἰσέτι γε ὡς ὁ ἥλιος ἐναντίον τοῦ θεοῦ τὴν πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου, περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος “ἐπὶ τὸν θρόνον Δαβίδ,” δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ, τὸν δὴ καὶ ἐπηγγελμένον τῷ Δαβὶδ, “καθεσθήσεσθαι αὐτὸν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.”

ὅπως δὲ ταῦτα ἐπληροῦτο διδάσκαλος γένοιτ’ ἂν ἀξιόχρεως Γαβριὴλ ὁ ἄγγελος ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων “μὴ φοβοῦ Μαριὰμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.

ταύτην ἐν τῷ προειρημένῳ ψαλμῷ καὶ ὁ προφήτης προσδοκῶν τὴν τοῦ Χριστοῦ γένεσιν, τήν τε ὑπέρθεσιν αὐτῆς καὶ ἀναβολὴν ὥσπερ αἰτίαν συνορῶν τῆς τοῦ θρόνου Δαβὶδ ἀποπτώοεως ἀποδυσπετεῖ λέγων “σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου.”

εὔχεται δὲ ὥσπερ δυσωπῶν τὸ θεῖον ᾗ τάχος πληρωθῆναι τὰ τῆς ἐπαγγελίας, φάσκων “ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαία, κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ [*](16 Luc. 1, 30.)

v.3.p.458
ἀληθείᾳ σου;” ἃ δὴ σαφέστατα καὶ αὐτὰ δὴ ταῦτα πληρωθήσεσθαι ἐπὶ τῇ γενέσει τοῦ τῆς μεγάλης βουλῆς ἀγγέλου θεσπίζει. “ἐφ' ᾧ θελήσουσι” φησὶν “οἱ προαποδοθέντες εἰ ἐγενήθησαν πυρίκαυστοι, διότι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος.”

τίσι δὲ ἡμῖν ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι τοῖς ἐν τῇ Γαλιλαιᾳ τῶν ἐθνῶν, οἷς αἴτιος γεγένηται φωτὸς καὶ εὐφροσύνης, καινοῦ τε καὶ νέου ποτοῦ τῆς καινῆς διαθήκης μυστηρίου; κατὰ τὴν φήσασαν προφητείαν “τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. εἶεν δ’ ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου.

τούτοις μὲν οὖν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος υἱὸς ἐδόθη οωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσι, πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶ τὸν ζῆλον κυρίου λέγων “ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.” ποῖος δὲ ζῆλος; ἢ οὗ μέμνηται Μωσῆς λέγων “αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργεσάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.”

Ἀλλ’ ἐπεὶ σὺν θεῷ τὰ περὶ τῆς τοῦ προφη- [*](26 Deut. 32, 21.)

v.3.p.459
τευομένου εἰς ἀνθρώπους ἐπιδημίας, οὐ μὴν ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐπιφανείας αὐτοῦ διὰ τῶν προφητικῶν ἀποδέδεικται μαρτυριῶν, καιρὸς ἂν εἴη συνιδεῖν ποῦ γῆς γεννηθήσεσθαι καὶ ὅθεν γένους ἥξειν, ἐξ ὁποίας τε Ἑβραίων προελεύσεσθαι φυλῆς ἐκηρύττετο, ἃ καὶ αὐτὰ φέρε ἐρευνήσωμεν.

  • Ἀπὸ τοῦ Μιχαία.