Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος [*](23 Matth. 21, 9.)

v.3.p.361
ἐν ὀνόματι κυρίου” διασαφεῖ τὸ λόγιον ἐξῆς φάσκον ‘‘θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.” οὐκοῦν εἷς καὶ ὁ αὐτὸς ἦν ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ τοῦ θεοῦ δηλαδὴ λόγος, ὁ καὶ διὰ τοῦτο εὐλογημένος, ὅτι δὴ ἐν ὀνόματι κυρίου τοῦ πέμψαντος αὐτὸν πατρὸς τὴν εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐποιήσατο. ἐλέγχων γοῦν τοὺς ἀπιστοῦντας αὐτῷ τῶν ἐκ περιτομῆς ἔλεγε πρὸς αὐτοὺς ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με. ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε.” εἰκότως οὖν πνεῦμα τὸ ἅγιον οὐκέτι τῷ Ἰουδαίων λαῷ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσι, τὰ ἐν τῇ ἀρχῇ τοῦ Ψαλμοῦ προσφωνεῖ.

  • Ἀπὸ Ψαλμοῦ ρμγ΄.
  • ‟Κύριε, τί ἐστὶν ἄνθρωπος, ὅτι ἐγνώσθης αὐτῷ, ἢ υἱὸς ἀνθρώπου, ὅτι λογίζῃ αὐτόν ; κύριε, κλῖνον οὐρανοὺς, καὶ κατάβηθι, ἅψαι τῶν ὀρέων καὶ καπνισθήσονται.” καὶ ὑποβὰς ἐπιλέγει ‟ὁ θεὸς καινὴν ᾄσομαί σοι.”

    Ἔχεσθαι καὶ ταῦτα τῆς προκειμένης ὑποθέσεως ἡγοῦμαι. τὴν γὰρ εἰς ἀνθρώπους γνῶσιν τοῦ θεοῦ λόγου θαυμάζων ὑπερεκπλήττεται τῆς φιλανθρωπίας, δι’ ἧς τῆς θεότητος ὑποβὰς καὶ τοῦ συμφυοῦς μεγέθους ἑαυτὸν σμικρύνας, ἠξίωσε τῆς ἰδίας γνώσεως τὸ ἀνθρώπειον γένος.

    ἐνταῦθα μὲν οὖν εὔχεται λέγων ‟κύριε, κύριε οὐρανοὺς κλῖνον οὐρανοὺς καὶ κατάβηθι.” δὲ τῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ εἴρηται ‟καὶ οὐρανοὺς, καὶ κατέβη, καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ.” καὶ ἐπέβη ἐπὶ Χερουβίμ καὶ ἐπετάσθη, ἐπε- [*](8 Jo. 5, 43. 14 Ps. 143, 3. 26 Ps. 18, 8.)

    v.3.p.362
    τάσθη ἐπὶ πτερύγων ἀνέμων.

    δι’ ὧν τὰ τῆς ἀνόδου, ἣν ἀπὸ γῆς εἰς οὐρανοὺς ἐποιήσατο, θεσπίζει. ὅπως δὲ κάθοδον χρὴ νοεῖν καὶ ἄνοδον τοῦ θεοῦ λόγου, οὐ τοπικῶς μεταβάσεις ποιουμένου, τροπικῶς δὲ τὰς τοιάσδε οἰκονομίας αὐτοῦ τοῦτον τῆς γραφῆς ἀποκαλούσης τὸν τρόπον, ἐπ’ οἰκείας ἀποδώσομεν σχολῆς.

    ἔδει δὲ μνημονεῦσαι ἐν τούτοις καὶ τῆς καινῆς διαθήκης, ἣν ἔμελλεν ἡ τοῦ Χριστοῦ παρουσία προξενήσειν ἀνθρώποις· αὕτη δέ ἐστιν ἡ καινὴ διαθήκη μετὰ τὴν παλαιὰν ὑπὸ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι δεδομένη. διό φησι τὸ μετὰ χεῖρας λόγιον ‟ὁ θεὸς ᾠδὴν καινὴν ᾄσομαί σοι.”

    τὸ δὲ ‟ἅψαι ὀρέων καὶ καπνισθήσονται” αἰνίττεσθαι ἐμπρησμὸν καὶ ἀφανισμὸν πάσης εἰδωλολατρίας, ἥτις παρὰ τοῖς παλαιοῖς ἐν τοῖς ὄρεσι μάλιστα μάλισταξετο. ὥστε ἤδη καὶ αὐτοὺς Ἰουδαίους ἀπελέγχεσθαι, ὡς ἐπὶ πᾶν ὄρος ὑψηλὸν κατὰ μίμησιν τῶν ἀλλοφύλων ἐθνῶν εἰδωλολατροῦντας.

  • Ἀπὸ Ψαλμοῦ ρμς΄.
  • ‟Ἐπαίνει Ἱερουσαλὴμ τὸν κύριον, αἴνει τὸν θεόν σου Σιών.” εἶθ’ ὑποβάς φησιν ‟ὁ τὸ λόγιον αὑτοῦ τῇ γῇ, ἴως τάχους δραμεῖται ὁ λόγος αυτου.”

    Σαφἒς δὲ ὅτι τοῦ ἀποστελλομένου ὁ ἀποστέλλων ἕτερος ὢν τυγχάνει. ἔχεις τοιγαροῦν κἀνταῦθα τὸν μὲν ἀποστέλλοντα τὸν ἐπὶ πάντων θεὸν, τὸν δὲ ἀποστελλόμενον στελλόμενον τὸν λόγον, ὃς πολυώνυμος ὢν τοτὲ μὲν σοφία, τοτὲ δὲ λόγος, ἄλλοτε δὲ θεὸς, καὶ πάλιν [*](20 Ps. 147, 12.)

    v.3.p.363
    κύριος διὰ τῶν θείων χρησμῶν ἀνηγόρευται.

    ἐπιστήσας δέ τινα τρόπον ἐν σφόδρα χρόνῳ βραχεῖ τὴν πᾶσαν οἰκουμένην ἔπλησεν ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος, εὖ οἶδ’ ὅτι τὸ ἀποτέλεσμα θαυμάσεις τῆς προρρήσεως φασκούσης ‟ ἕως ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ.”

  • Ἀπὸ τῆς δευτέρας τῶν Βασιλειῶν.
  • ‟ Καὶ ἐλάλησε Δαβὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης. εἶθ’ ἑξῆς φησι καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη, καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ. καὶ ἐπέβη ἐπὶ Χερουσβίμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων, καὶ ἔθετο σκότος ἀποκρυφὴν αὑτοῦ.”

    καὶ ἐπὶ τέλει τῆς αὐτῆς ῥῦσαί με φησὶν) ἐξ ἀντιλογιῶν λαοῦ. καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν. λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου, υἱοὶ ἀλλότριοι ἀπορριφθήσονται.”

    Ὁ κλίνας οὐρανοὺς καὶ καταβὰς θεὸς, ὁ ἐπιβὰς ᾧ ἀνείληφεν ἀνθρώπῳ, ὅντινα νῦν Χερουβὶμ ὁ λόγος ὀνομάζει, ἀνέπτη σὺν αὐτῷ τὴν ἄνοδον πεποιημένος μετὰ τῶν δορυφορούντων αὐτὸν θείων πνευμάτων, πτερύγων ἀνέμων καὶ αὐτῶν χρηματιζόντων. σκοτεινῶς δὲ ταῦτα καὶ ἐν παραβύστῳ γεγενῆσθαι κατά τινας ἀπορρήτους καὶ λανθάνοντας αἰνίττεται λόγους, φάσκων ‟καὶ ἔθετο σκότος ἀποκρυφὴν τὰ δὲ ἑξῆς ἀκολούθως τῇ τοῦ Χριστοῦ ἐνανθρωπήσει τὴν κατ’ αὐτοῦ γενομένην ἀντιλογίαν τοῦ Ἰουδαίων λαοῦ σημαίνει, καὶ τὴν τῶν ἐθνῶν ὑπα [*](8 2. Reg. 22.)

    v.3.p.364
    κοὴν τῆς τοῦ Χριστοῦ διδασκαλίας. αὐτοῖς δὲ ῥήμασι τὰ παραπλήσια εὕροις ἂν καὶ ἐν ἑπτακαιδεκάτῳ Ψαλμῷ, εἰς ἃ τὰ φανέντα προείρηται.

  • Ἀπὸ τῆς τρίτης τῶν Βασιλειῶν.
  • ‟ Καὶ νῦν, κύριε, ὁ θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαβὶδ τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσι σοι. σοι.”

    Κεῖται ταῦτα αὐταῖς λέξεσιν καὶ ἐν Παραλειπομέναις. τῷ μὲν οὖν Δαβὶδ ἐπηγγείλατο ὁ θεὸς ἀναστήσειν ἐκ κοιλίας αὐτοῦ βασιλέα, οὗ πατὴρ αὐτὸς ὁ θεὸς ἔσεσθαί φησιν, ὥστε τὸν γεννώμενον ἐκ σπέρματος Δαβὶδ υἱὸν ὀνομασθῆναι θεοῦ, θρόνον τε βασιλείας ἕξειν αἰώνιον.

    ταῦτα δὲ ἐν μὲν τῇ δευτέρᾳ τῶν Βασιλειῶν διὰ Νάθαν τοῦ προφήτου ἐχρήσθη τῷ Δαβὶδ τοῦτον τὸν τρόπον “καὶ ἔσται, πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ. αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.”

    Τὰ δ’ αὐτὰ καὶ ἐν Παραλειπομέναις ὁμοίως εἴρηται. ἐν δὲ Ψαλμῷ ὀγδοηκοστῷ ὀγδόῳ λέλεκται “αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, θεός μου, καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. κἀγὼ πρωτότοκον [*](5 3. Reg. 8, 27. 17 2. Reg. 7, 12. 27 Ps. 88, 26. 3. 36.)

    v.3.p.365
    θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεος μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ, καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.

    καὶ πάλιν ‟ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.’

    καὶ αὖθις ‟ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι. τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.”

    Τούτων δὴ καὶ ὁ ἑκατοστὸς τριακοστὸς πρῶτος Ψαλμὸς μνημονεύσας ἐπὶ τὸν Χριστὸν ἀναφέρει τὰ δηλούμενα. ἄκουε δ’ οὖν καὶ τούτου ‟μνήσθητι, κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ· ὡς ὤμοσε τῷ κυρίῳ, ηὔξατο τῷ θεῷ Ἰακώβ.” μεθ’ ἕτερα ἐπιλέγει ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.”

    Καὶ ὑποκαταβὰς ἑξῆς τὸν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ ἀναστησόμενον λευκότερον ὀνομάζει λέγων ῾᾿ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”

    Ταῦτα τοιγαροῦν Σολομῶν ὁ σοφώτατος τῷ ἑαυτοῦ πατρὶ χρησθέντα συννοήσας, μὴ μικρὰ, μείζονα δὲ τῆς κατὰ ἄνθρωπον φύσεως τυγχάνοντα συνιδών, καὶ μᾶλλον ἁρμόζοντα θεῷ ἤπερ αὑτῷ, καίπερ ὅντι υἱῷ Δαβὶδ, συνιείς τε τὸν πρὸς τοῦ θεοῦ θρω [*](15 Ps. 131.)

    v.3.p.366
    τότοκον ὠνομασμένον, καὶ τὸν σαφῶς προφητευόμενον υἱὸν θεοῦ, ὺπερηέγηθε ταῖς ἐπαγγελίαις, συνεύχεται πιστωθῆναι τὰ τῆς προρρήσεως, ἀπιδη- μήσειν τε τὸν προφητευόμενον, πρωτότοκον καὶ θεοῦ υἱὸν ἀναγορεύων. διό φησι ‘καὶ νῦν ὁ θεὸς Ἰσραὴλ πιστωθήτω δὴ τὸ ῥῆμά σου, ὁ ἐλάλησας τῷ παιδί σου Δαβὶδ τῷ πατρί μου. ὅτι εἰ ἀληθῶς κατοικήσει θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς, εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοὐ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι.”

  • Ἀπὸ τοῦ Μιχαία.