Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‘‘·Άισατετῷ κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησε. καὶ τὰ ἑξῆς ’ ἐγνώρισε κύριος τὸ σωτήριον αὑτοῦ, ἐναντίον πάντων τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὑτοῦ. καὶ πάλιν ‘εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν. ἀλαλέ- ξατε τῷ κυρίῳ πᾶσα ἡ yrj.’* καὶ ἐπὶ πᾶσι "ra ὅρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται, ὅτι ἥκει κρῖναι τὴν γῆν. κρινεῖ τὴν οἰγουμένην ἐν δικαι- οσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι.”

Πολλῶν ἀγαθῶν αἰτία καὶ διὰ τούτων ἡ τοῦ κυρίου παρουσία τοῖς ἔθνεσι γεγενῆσθαι προφητεύ-

v.3.p.358
ἔται, ἃ καὶ διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἀχθέντα δείκνυται. ἐξ ἐκείνου γάρ τοι καὶ οὐ πρότερον τὸ καινὸν ᾆσμα τῆς καινῆς διαθήκης εἰς πάντας ἀνθρώπους ᾄδεται, καὶ τὰ θαυμάσια αὐτοῦ διὰ τῆς τῶν εὐαγγελίων γραφῆς γνώριμα καὶ ἐξάκουστα τοῖς πάσι γίνεται. οὐ μὴν ἀλλὰ καὶ τὸ σωτήριον, τὸ κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, πᾶσιν ἀπεκαλύφθη τοῖς ἔθνεσι, καὶ ἡ ἀληθὴς δικαιοσύνη, δι’ ἧς ἐναργῶς ἀπεδείχθη ὅτι μὴ Ἰουδαίων ὁ θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν.

‟ἐπείπερ εἷς ὁ θεός” κατὰ τὸν ἱερὸν ἀπόστολον ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.” δὲ ὅτι ἔρχεται κρῖναι τὴν γῆν γένοιτ’ ἂν δηλωτικὸν καὶ τῆς δευτέρας αὐτοῦ παρουσίας.

  • Ἀπὸ Ψαλμοῦ ρς΄.