Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

διό φησιν ὁ λόγος ^’y,al ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν καὶ τὰ ἀγάλματα αὑτῶν καὶ τοὺς ἐγγαστριμύθους. ’ ἀλλ’ οὐδεμιᾶς γὰρ, φησὶ, τεύξονται βοηθείας οἶ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρί- κυρίοις σκληροῖς καὶ βασιλεῦσι παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὑτῶν πειθόμενοι καὶ ὑπ’ αὐτῶν ἐνεργού- ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.

ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι- στοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ’ ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἶ Αἰγύπτιοι, δυναστεία δὲ αὐ- τῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκεί- νοῦ τε πρώτου Ῥωμαίων Αὐγούστου, καθ’ ὃν ὁ κύ- ριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν Ρωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτο- νομίας καὶ ἐλευθερίας ἀφῃρημένοι· ὡς καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγου- μένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φά- σκον ’ καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν,” περὶ δὲ τῶν τὴν καθ’ ὅλου διε- πόντων ἀρχὴν τὸ ἑξῆς.