Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ὅρασις Αἰγύπτου. ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτόν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν·” καὶ τὰ τούτοις ἐξῆς.

καὶ νῦν τὸν δεύτερον μετὰ τὸν τῶν ὅλων θεὸν καὶ κύριον, αὐτὸν δὴ τὸν τοῦ θεοῦ λόγον, ἥξειν εἰς Αἴγυπτον ἡ παροῦσα προφητεία σημαίνει, καὶ ἥξειν οὐκ ἀφανῶς, οὐδ’ ἀοράτως, οὐδ’ ἄνευ τινὸς σωματικῆς περιβολῆς, ἀλλ’ ἐπὶ νεφέλης κούφης ὀχούμενον, μᾶλλον δὲ ἐπὶ πάχους ἐλαφροῦ· οὕτω γὰρ ἔχειν φασὶ τὴν Ἑβραίων φωνήν.

λεγέτωσαν δῆτα Ἑβραίων παῖδες πότε μετὰ τοὺς Ἡσαΐου χρόνους ὁ κύριος Αἰγυπτίοις ἐπιδεδήμηκεν, καὶ ποῖος κύριος· εἷς γὰρ ὁ ἐπὶ πάντων θεός· καὶ πῶς ἐπὶ πάχους ἐλαφροῦ οὗτος ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς.

ἑρμηνευέτωσαν δὲ καὶ τὸ πάχος ἐλαφρὸν, φρὸν, τί ποτὲ ἄρα ἐστὶ, καὶ διὰ τί μὴ ἄνευ τούτου λέγεται ὁ κύριος ἐπιδημεῖν τῇ Αἰγύπτῳ.

πότε δὲ [*](2 Es. 19, 1.)

v.3.p.401
καὶ ἱστόρηται τὰ ἐν τῇ προφητείᾳ εἰρημένα τέλους τετυχηκέναι, τὸ σεισθῆναι, λέγω, τὰ εἴδωλα τὰ χειροποίητα Αἰγύπτου, καὶ τὸ Αἰγυπτίους Αἰγυπτίοις πολεμῆσαι διὰ τὴν τοῦ κυρίου εἰς ἀνθρώπους παρουσίαν· καὶ τοὺς θεοὺς αὐτῶν, δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος, εἰς χεῖρας δὲ ποίων κυρίων σκληρῶν, ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσι παραδίδονται· καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.

ἡμεῖς γὰρ οὐκ ἄλλως ταῦτά φαμεν συνίστασθαι ἢ διὰ μόνης τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας. οὗτος γὰρ θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ Αἰγυπτίων χώρᾳ διὰ νεφέλης κούφης ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι’ οὑ ἀνείληφε σώματος ἐκ παρθένου καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ἠνίξατο εἰπὼν ‟ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ’ Αἴγυπτον,” πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας.

καὶ τοῦτο τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἷπε τῷ Ἰωσὴφ ‟ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι.

τότε γοῦν αὐτὸς ὁ κύριος ὁ θεὸς λόγος ἐπιπαρὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν [*](27 Matth. 2, 13.)

v.3.p.402
τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ παχείᾳ μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, ἐλαφρᾷ δὲ πάλιν διὰ τὸ κρείττονα ἢ καθ’ ἡμᾶς εἶναι, καὶ νεφέλη κούφη ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυπαθοῦς φθορᾶς, ἀλλὰ ἐξ ἁγίου πνεύματος συστῆναι), τῇ τῶν Αἰγυπτίων ἐπιδημεῖ χώρᾳ.

ἡ δ’ αἰτία τῆς ἐκεῖσε ἐπιδημίας αὐτοῦ τοῦτον ἔχει τὸν λόγον. ἐπεὶ γὰρ ἐν αὐτῇ πρώτῃ κατάρξαι τὰ τῆς εἰδωλολάτρου πλάνης μνημονεύεται, ἐδόκουν τε πάντων ἀνθρώπων μάλιστα δεισιδαιμονέστατοι τυγχάνειν, ἐχθροί τε εἶναι καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προφητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις·

διὸ καὶ πάντων ἀνθρώπων μᾶλλον παρ’ Αἰγυπτίοις ἴσχυσεν ὁ τῆς εὐαγγελικῆς αὐτοῦ διδασκαλίας λόγος· ὅθεν ἡ παροῦσα προφητεία αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, ἀλλ’ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν, οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ’ ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδὲν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὑτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς.

κατορθώσειν γοῦν αὐτοῦ τὴν ἐπιδημίαν ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα· τίνα δὲ ἢν θεασώμεθα. οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις ἐμφωλεύοντες καὶ τὰς τόν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης

v.3.p.403
τινος καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκινοῦντο σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως.

ἀλλὰ τότε μὲν ἀοράτως οἱ δαίμονες ταῦτα ἔπασχον ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς τὴν Αἴγυπτον ἐνσάρκῳ ἐπιδημίᾳ· ἐπειδὴ δὲ μετὰ ταῦτα γυμνῶς ἤδη λοιπὸν τὸ περὶ αὐτοῦ εὐαγγέλιον τοῖς Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, ἐκηρύττετο, ἥ τε ἀόρατος αὐτοῦ δύναμις σὺν τοῖς ἀποστόλοις αὐτοῦ παρὴν ἀφανῶς συμπράττουσα αὐτοῖς καὶ συνεργοῦσα καὶ καταγγέλλουσα δι’ αὐτῶν τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ, μόνον τὸν ἴνα καὶ μόνον ἀληθῆ θεὸν εὐσεβεῖν παρακελευομένη, τῶν δὲ δαιμόνων τοὺς πάλαι πεπλανημένους ἀφιστῶσα,

ἐνταῦθα λοιπὸν ἤδη Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσι, στάσις καὶ πόλεμος ἐμφύλιος συνίστατο, τῶν μὲν ἀναχωρούντων τῆς πολυθέου πλάνης καὶ τῷ τοῦ Χριστοῦ λόγῳ προστρεχόντων, τῶν δὲ ἐξ ἐναντίας τούτοις πολεμούντων καὶ ὑπὸ τῶν οἰκείων δαιμόνων ἐξοιστρουμένων, ὡς καὶ ἀδελφοὺς ἀλλήλων διίστασθαι, καὶ τοὺς φιλτάτους διὰ ξιφῶν χωρεῖν τῆς τοῦ Χριστοῦ διδασκαλίας ἕνεκεν, φησὶν ὁ χρησμὸς ‟καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ.”

πιστοῦται δὲ τὴν προφητικὴν πρόρρησιν καὶ αὑτὸς ὁ σωτὴρ ἡμῶν, φάσκων ἐν τοῖς εὐαγγελίοις‘ ‟παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, [*](29 Matth. 10, 21.)

v.3.p.404
καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.

καὶ αὖθις μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην δοῦναι ἐν τῇ γῇ, οὐχὶ λέγω ὑμῖν, ἀλλ’ ἢ διαμερισμόν. ἔσονται γὰρ ἀπὸ τοῦ νῦν πέντε ἐν οἴκω ἐνὶ διαμεμερισμένοι, τρεῖς ἐπὶ δυσὶν καὶ δύο ἐπὶ τρισί· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην, καὶ νύμφη ἐπὶ τὴν πενθεράν.

τί γὰρ ταῦτα τῆς προφητικῆς διαφέροι ἂν φωνῆς ἐπὶ τῇ τοῦ κυρίου εἰς Αἴγυπτον παρουσίᾳ λεγούσης ἐπεγερθήσεσθαι Αἰγυπτίους κατ’ Αἰγυπτίων καὶ πολεμήσειν ἄνθρωπον τὸν ἀδελφὸν αὑτοῦ; καὶ νόμος δὲ ὁ τῆς καινῆς διαθήκης τοῦ Χριστοῦ ἐπὶ νόμον τὸν τῆς πολυθέου δεισιδαιμονίας ἠγείρετο, ὅτε τῶν εἰδωλολατρῶν ἐθνῶν νόμος τὴν Χριστοῦ πολεμῶν διδασκαλίαν, πόλις τε καὶ πολιτεία τῆς ἐν Χριστῷ ἐκκλησίας τοῖς τῶν ἀπίστων ἐθνῶν πολιτεύμασιν ἐπανίστατο.

διὸ λέλεκται ‟πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον.” ἔστι δὲ ἐπὶ τούτοις τοὺς Αἰγυπτίους πάντας τοὺς εἰδωλολάτρας, τό τε ἐνεργοῦν ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα, συνιδεῖν ταραττομένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομέμους κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας, ὡς ἂν σβέ- σοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαννυμένους δὲ ὑπὸ τοῦ θεοῦ, φήσαντος ἐν τῇ προφητείᾳ ‟καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω.”

μυρία δὲ ὅσα πυνθανόμενοι καὶ ἐπερωτῶντες καθ’ ἡμῶν ἴν τε χρησμοῖς καὶ μαντείαις τοὺς θεοὺς αὑτῶν, καὶ τοὺς ἐν τοῖς ἀγάλμασιν ἐμφωλεύοντας δαίμονας, [*](2 Luc. 12, 51. coll. Matth. 10, 34.)

v.3.p.405
τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους ἐγγαστρι- μύθους, οὐδέν τι πλέον ἐξ αὐτῶν ἔχουσι.

διό φησιν ὁ λόγος ^’y,al ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν καὶ τὰ ἀγάλματα αὑτῶν καὶ τοὺς ἐγγαστριμύθους. ’ ἀλλ’ οὐδεμιᾶς γὰρ, φησὶ, τεύξονται βοηθείας οἶ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρί- κυρίοις σκληροῖς καὶ βασιλεῦσι παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὑτῶν πειθόμενοι καὶ ὑπ’ αὐτῶν ἐνεργού- ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.

ἔνθα μοι τὸν νοῦν ἐπιστήσεις, τίνα τρόπον μέχρι μὲν τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χρι- στοῦ ἐπιφανείας οἰκείοις βασιλεῦσιν ἰδίως καὶ καθ’ ἑαυτὴν πᾶσα Αἴγυπτος κέχρητο, ἐν αὐτονομίᾳ τε καὶ ἐν ἐλευθερίᾳ διῆγον οἶ Αἰγύπτιοι, δυναστεία δὲ αὐ- τῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκεί- νοῦ τε πρώτου Ῥωμαίων Αὐγούστου, καθ’ ὃν ὁ κύ- ριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης, ὑπὸ τὴν Ρωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτο- νομίας καὶ ἐλευθερίας ἀφῃρημένοι· ὡς καὶ ἐν τούτῳ τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγου- μένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φά- σκον ’ καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν,” περὶ δὲ τῶν τὴν καθ’ ὅλου διε- πόντων ἀρχὴν τὸ ἑξῆς.