Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

δυνάμει γοῦν τοῦτο ἐδήλου λέγων‘ ‟ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.’ αὐτίκα γοῦν ἐπὶ τῷ πάθει αὐτοῦ “τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἴως κάτω, ὥσπερ οὖν ὁ Ἰώσηπος ἱστορεῖ γεγονέναι κατὰ τοὺς Ὀζίου χρόνους· εἶτα πρότερον μὲν ἐσείσθη τὰ πρόπυλα, ὅτε ἡ γῆ ἐσείσθη κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρόν· μετ’ οὐ πολὺ δὲ καὶ τὴν ἐσχάτην ὑπέμεινε πτῶσιν, λαβών τε τὴν ἐξουσίαν ὁ πατάσσων διέκοψεν εἰς κεφαλὰς ἁπάντων.

κατὰ τοῦτο δὴ οὖν τοῦ καιροῦ καὶ ἡ κοιλὰς τῶν τοῦ θεοῦ ὀρέων ἐνεφράγη, ὥσπερ οὖν γέγονεν ἐπὶ Ὀζίου· πρὸς μὲν ῥητὸν καὶ λέξιν κατὰ τὴν Ῥωμαίων πολιορκίαν, καθ’ ἣν οἶμαι συμβῆναί τινα τοιαῦτα, πρὸς δὲ διάνοιαν ὅτε ἡ σωματικὴ καὶ ταπεινοτέρα τοῦ Μώσεως νόμου λατρεία ἀπεκλείσθη εἰς τὸ μηκέτι ἐνεργεῖσθαι διὰ τὸν σεισμὸν τὸν ἐπελθόντα προφητικῶς ἐξ ἐκείνου τῷ Ἰουδαίων ἔθνει, καὶ διὰ τὰ λοιπὰ τὰ ἀναγεγραμμένα. μετὰ ταῦτα ἐπαναλαβὼν ὁ λόγος τὴν τοῦ κυρίου παρουσίαν σαφέστερον ἀνακηρύττει [*](14 Matth. 27, 51.)

v.3.p.396
λέγων ‟καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάντες οἶ ἅγιοι μετ’ αὐτοῦ,”

εἴτε τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς ὀνομάζων ἁγίους αὐτοῦ εἴτε δυνάμεις τινὰς ἀοράτους καὶ πνεύματα λειτουργικὰ, περὶ ὧν εἴρηται καὶ προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ.” εἶτα ἐπὶ τῆς παρουσίας τοῦ κυρίου ‟ἔσται (φησὶν) ἡμέρα, καὶ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν.”

ἀνθ’ οὗ ὁ Σύμμαχος ἡρμήνευσε ‟καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς, ἀλλὰ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν, ἥτις ἔγνωσται τῷ κυρίῳ, οὐχ ἡμέρα οὐδὲ νὺξ, ἀλλ’ ἔσται τὸ πρὸς ἐσπέραν φῶς.” καὶ ὅρα εἰ μὴ διὰ τούτων λευκότατα τὴν ἡμέραν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν δηλοῖ, ἐν ᾗ ἡμέρᾳ τὸ μὲν ‟οὐκ ἔσται φῶς ἐπληροῦτο, ἡνίκα ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης, τὸ δὲ ‟ἀλλὰ ψῦχος καὶ πάγος,” ὅτε κατὰ τὸν Λουκᾶν ‟παραλαβόντες τὸν Ἰησοῦν ἤγαγον εἰς τὴν οἰκίαν τοῦ ἀρχιερέως. ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν.”

περιαψάντων δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς ἐκάθητο κατὰ τὸν Μάρκον μετὰ τῶν λοιπῶν θερμαινόμενος. ὁ δὲ Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν εἱστήκεισαν οἱ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο.”

‘‘Γνωστὴ δὲ φησὶν) ἦν αὕτη ἡ ἡμέρα τῷ κυρίῳ, καὶ οὐκ ἦν ἡμέρα, καὶ οὐκ ἦν νύξ·” οὐχ ἡμέρα μὲν, διὰ τὸ προειρῆσθαι ‟οὐκ ἔσται φῶς,” ὃ καὶ ἐπληροῦτο, ὅτε ἀπὸ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης· οὐδὲ νὺξ δὲ, διὰ [*](5 Matth. 4, 11. 15 Matth. 27, 45. 17 Luc. 22, 54. 20 Marc. 14, 54. 21 Jo. 18, 18.)

v.3.p.397
τὸ ἐπιλέγεσθαι “πρὸς ἑσπέραν ἔσται φῶς,” ὃ καὶ αὐτὸ τέλους ἐτύγχανεν, ὅτε μετὰ τὴν ἐνάτην ὥραν αὖθις τὸ σύνηθες φῶς ἀπελάμβανεν ἡ ἡμέρα.

καὶ κατὰ διάνοιαν δὲ ταῦτα ἐπληροῦτο, καθόλου μὲν ἐπὶ τὸ Ἰουδαίων ἔθνος, μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν σκότους καὶ πάγου καὶ ψύχους γεγενημένου, σκοτισθείσης αὐτῶν τῆς διανοίας εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ψυγείσης τε τῆς πρὸς τὸν θεὸν ἀγάπης, ἔμπαλιν δὲ πρὸς τῇ ἑσπέρᾳ τὸ φῶς τῆς γνώσεως τοῦ Χριστοῦ ἀνατέταλκεν, ὡς τοὺς πάλαι καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου μέγα τὸ φῶς ἰδεῖν, κατὰ τὰς τοῦ Ἡσαΐου φωνάς.

Ἐν αὐτῇ δὴ οὖν τῇ τοιαύτῃ ἡμέρᾳ τοῦ κυρίου, ἐξελεύσεται, φησὶν, ὕδωρ ζῶν ἐξ Ἱερουσαλήμ. τοῦτο δὲ ἦν τὸ λογικὸν καὶ πότιμον ξωτικόν τε καὶ σωτήριον τῆς τοῦ Χριστοῦ διδασκαλίας ποτὸν, περὶ οὗ καὶ αὐτὸς ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τὴν Σαμαρεῖτιν παιδεύων ἔλεγεν ‟εἰ ᾔδεις τίς ἐστιν ὁ λέγων σοι, δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν.” αὐτὸ οὖν τοῦτο τὸ σωτήριον ποτὸν ἐξ αὐτῆς τῆς Ἱερουσαλὴμ προῆλθεν.

ἐνθένδε γοῦν ὥρμητο αὐτοῦ τὸ εὐαγγέλιον, καὶ οἱ τούτου κήρυκες πᾶσαν κατέπλησαν τὴν οἰκουμένην· ὃ καὶ δηλοῦται διὰ τοῦ λέγεσθαι εἰς τὴν θάλασσαν τὴν πρώτην καὶ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην τὸ ζῶν ὕδωρ ἐξελύσεσθαι,” δι’ ὧν τὰ τῆς συμπάσης γῆς πέρατα δηλοῦται, τά τε πρὸς τῷ ἀνατολικῷ ὠκεανῷ πρώτη θάλαττα ὀνομαζόμενα καὶ τὰ κατὰ δύοντα ἥλιον διὰ τῆς θαλάττης τῆς ἐσχάτης σημαινόμενα, [*](19 Jo. 4, 10.)

v.3.p.398
ἃ καὶ πεπλήρωκε τὸ ζῶν ὕδωρ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας, περὶ οὗ πάλιν ἐπαίδευε λέγων ‟ὃς ἂν πίῃ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.‘’ καὶ πάλιν ‟ ποταμοὶ φησὶν) ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον.”

καὶ αὖθις ‟εἴ τις διψὰ, ἐρχέσθω πρός με, καὶ πινέτω.” μετὰ γοῦν τὸ ἀνομβρῆσαν ἐκ τῆς Ἱερουσαλὴμ ἐπὶ πᾶν γένος ἀνθρώπων σωτήριον καὶ λογικὸν νᾶμα) ὅπερ σαφέστερον ἐν ἑτέρῳ δηλοῦται διὰ τοῦ ‟ἐκ γὰρ Σιῶν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν. ἔσται (φησὶ) κύριος εἰς βασιλέα.”

οὐκ ἔσται δὲ ἐν Ἱερουσαλὴμ, οὐδὲ ἐπὶ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ ‟ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ ἔσται κύριος εἶς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πάσαν τὴν γῆν.” ἃ καὶ αὐτὰ συνάδει τοῖς ἀπὸ τῶν Ψαλμῶν παρατεθεῖσιν, δι’ ὧν ἐλέγετο ‟ ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη.” καὶ πάλιν‘‘ εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσε.’ ταῦτα δὲ ὁμοῦ πάντα ἐν ταῖς τοῦ κυρίου ἡμέραις ἔσεσθαι προφητεύεται.

ἐν ἀρχῇ γοῦν τῆς ὅλης προφητείας ‟ἰδοὺ ἡμέραι φησὶν) ἔρχονται τοῦ κυρίου, καὶ ἔσται τάδε.” τίνα δὴ ταῦτα ἀλλ’ ἢ ἡ πολιορκία τῆς Ἱερουσαλὴμ καὶ ἡ τοῦ κυρίου μετάστασις ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, κατὰ τὸ παρέσται κύριος,” καὶ τὰ συμβεβηκότα περὶ τὴν ἡμέραν τοῦ πάθους αὐτοῦ, καὶ τὸ ζῶν ὕδωρ, τὸ ἐπὶ πᾶσαν ῥεῦσαν τὴν οἰκουμένην, καὶ ἐπὶ πᾶσι τούτοις ἡ τοῦ κυρίου βασιλεία πάντων τῶν ἐθνῶν ἄρχουσα, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, πληροῦν πᾶσαν τὴν γῆν,” ἅπερ ὁποίου τέλους ἔτυχεν ὡς ἐν ἐπιτομῇ διει- [*](10 Mic. 4, 2.)

v.3.p.399
λήφαμεν ;

πρόδηλον δὲ καὶ πῶς ἀπὸ τῆς τοῦ Χριστοῦ τοῦ θεοῦ προσηγορίας τὸ Χριστιανῶν ὄνομα κατέπλησε τὴν πᾶσαν οἰκουμένην· ὃ καὶ αὐτὸ παρίστησιν ὁ φάσκων λόγος ‘καὶ τὸ ὄνομα αὐτοῦ ἔν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.’ καὶ σοὶ δὲ ἐπὶ σχολῆς παρέσται ἑκάστην βασανίσαντι λέξιν ἐπὶ πλάτους θεωρῆσαι τὰ νενοημένα.

  • Ἀπὸ τοῦ Βαρούχ.