Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ μαρτύριον δὲ τοῦ πάθους ᾐνίττετο τοῦ κυρίου ἐπιφέρων καὶ ἔσται κύριος ὁ θεὸς ὑμῶν εἰς μαρτύριον.” εἶθ’ ἐξῆς ὁ αὐτὸς προιὼν προφήτης, ὡς ἂν ἤδη προπαιδεύσας τὰ περὶ τῆς ὑπάρξεως τοῦ θεοῦ λόγου τῆς τε ἐξ οὐρανῶν αὐτοῦ καταβάσεως, καὶ ὡς τὰ αἴτια τῆς εἰς ἀνθρώπους αὐτοῦ παρουσίας προειπὼν, ἑπομένως τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην γένεσιν, καὶ αὐτὸ δὴ χωρίον ἔνθα τεχθήσεσθαι ἔμελλεν, ὧδέ πως διδάσκει λέγων ‘καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα, ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραὴλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”

Ἐπιμελῶς δὲ πρόσσχες τίνα τρόπον τοῦ ἐπὶ τὴν Βηθλεὲμ, χωρίον δέ ἐστι τοῦτο τῆς Ἰουδαίας) φανησομένου τὰς ἐξόδους ἄνωθεν καὶ ἐξ αἰῶνος ὑφεστάναι φησὶ, τὴν ἔνθεον δηλῶν προΰπαρξίν τε καὶ οὐσίωσιν τοῦ ἐκ Βηθλεὲμ προελευσομένου ἄρχοντος. εἰ μὲν οὖν ἔχοι τις ἐφ’ ἕτερον ἀναφέρειν τὸν χρησμὸν, τίς οὗτος ἀποδεικνύτω· εἰ δ’ οὐκ ἔστιν εὑρεῖν ἕτερον τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς μόνος μετὰ τὴν προφητείαν ἐνθένδε ὡρμημένος βοᾶται, τί λοιπὸν ἐμποδὼν μὴ οὐχὶ συνομολογεῖν ἀλήθειαν τῇ προφητείᾳ, ἐπὶ μόνῳ αὐτῷ σαλευούσῃ τὴν πρόρρησιν; μόνος γοῦν οὗτος ἐπιφανὴς τῶν πώποτε γεγονὼς ἐκ τοῦ προειρημένου χωρίου τῆς Βηθλεὲμ μετὰ τοὺς τῆς προφητείας χρόνους τὸ ἀνθρώπειον ὑποδὺς σχῆμα προελήλυθεν, ἅμα τε τῇ αὐτοῦ παρουσίᾳ ἐπληροῦτο τὰ προηγορευμένα.

αὐτίκα γοῦν καὶ οὐκ εἰς [*](10 Mic. 5, 2.)

v.3.p.373
μακρὸν τῷ μὲν Ἰουδαίων ἔθνει ἕκαστα τῶν προπεφητευμένων σκυθρωπῶν ἀπήντα, τοῖς δὲ ἔθνεσι πάλιν τὰ ἀκόλουθα τοῖς θεσπίσμασιν, αὐτός τε οὕτος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ Βηθλεὲμ ὁρμηθεὶς ἡγούμενος ἀνεδείχθη τοῦ κατὰ διάνοιαν Ἰρμηθεὶς οὕτω παντὸς τοῦ διορατικοῦ καὶ θεοσεβοῦς λαοῦ χρηματίζοντος. καὶ θέα γε ὅπως τὰς ἐξόδους αὐτοῦ τῆς ἐνθέου προϋπάρξεως ἀπ’ ἀρχῆς καὶ ἐξ ἡμερῶν αἰῶνος ἔχειν λέγεται, ὅπερ οὐκ ἂν ἁρμόσειεν ἀνθρώπου φύσει.

τούτοις ἐξῆς ὁ προφητικὸς λόγος ὑποβὰς μικρὸν καὶ νῦν πάλιν τῆς πάλαι νομικῆς θρησκείας τὴν περιγραφὴν καὶ τὴν καθαίρεσιν ὑποσημαίνει, ἐκ προσώπου τοὐ λαοῦ λέγων ‟ ἐν τίνι καταλάβω τὸν κύριον, ἐπιλήψομαι θεοῦ μου ὑψίστου; εἰ καταλήψομαι αύτὸν ἐν ὁλοκαυτώμασιν, ἐν μόσχοις ἐνιαυσίοις; εἰ δῶ πρωτότοκα κοιλίας μου ὑπὲρ ἁμαρτίας ψυχῆς μου;”

Ἐκ δὲ προσώπου τοῦ θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος ‟εἰ ἀνηγγέλη σοὶ, ἄνθρωπε, καλόν; καὶ τί κύριος ἐκζητεῖ παρὰ σοῦ ἀλλ’ ἢ τοῦ ποιεῖν κρίμα καὶ ἀγαπᾶν ἔλεος, καὶ ἕτοιμον εἷναι πορεύεσθαι ὀπίσω κυρίου τοῦ θεοῦ σου;”

Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα, Ἰουδαίων ἀποβολὴν, ἐλέγχους τῶν ἀσεβειῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρότερον παρ’ αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον τε νέον καὶ λόγον ἐκ μὲν [*](13 Mic. 6, 6.)

v.3.p.374
τῆς Ἰουδαίων χώρας προελευσόμενον, εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον, ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεκται, σοὶ καταλείπω σκοπεῖν.

  • Ἀπὸ Ἀμβακούμ.
  • Καὶ ἀπεκρίθη κύριος πρός μέ, καὶ εἷπε, γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτὰ, διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ. ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται.”

    Καὶ ἐνταῦθα διαρρήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. τίς δ’ ἦν οὗτος ἢ ὁ ἀνωτέρω δηλωθεὶς κατὰ τὸ ‟ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν ; τοῦτον δὲ οἶα φῶς τυγχάνοντα εἰς πέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ δηλαδὴ τῶν αἰώνων. ᾧ συνᾴδει καὶ ὁ Ζαχαρίας λέγων ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῶ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ.”

    καὶ χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει “τὸ πρὸς ἑσπέραν ἔσται φῶς. ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν. ἀνθ’ οὗ ὁ Ἀκύλας πεποίηκεν ‟ ἐὰν ἐὰν δὲ μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἥξει καὶ οὐ βραδυνεῖ.” τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους ἐπιστολὴ δι’ ὧν φησι ‟ μὴ ἀποβάλητε οὖν τὴν παρρησίαν ὑμῶν, [*](7 Hab. 2, 2. 16 Hab. 9, 26. 20 Zacli. 6, 12. 22 Zach. 14, 7. 27 Heb. 10, 35.)

    v.3.p.375
    ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα τὸ θέλημα τοῦ θεοῦ ποιήσαντες κο- μίσησθε τὴν ἐπαγγελίαν. ἔτι γὰρ μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ. ὁ δὲ δίκαιος ἐκ πίστεως μου ζήσεται, καὶ ἐὰν ὑποστείληται, οὐκ εὐ- δοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. ’

    καὶ ὅρα γε ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικὸν, διὰ τὸ καθ’ ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ σαφέστερον ἡ ἐπι- στολὴ διείληφεν.

    ἡ μὲν γὰρ τῆς προφητείας λέ- ξις ’o ἐρχόμενος’ φησὶν ἥξει καὶ οὐ χρονίσει.’ καὶ ἐπιφέρει “ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν aὐτόͅ,” ὅπερ συναπτόμενον ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτο- πον. πῶς γὰρ ἐπ’ ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν θεόν; ἀλλ’ ἡ τῆς διαστολῆς παράθεσις ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν τὴν διάνοιαν ἐσώσατο.

    μετὰ γὰρ τὸ ἔτι μικρὸν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” ἐξῆς συνῆψε τὸ “o δὲ δίκαιος ἐκ πίστεως ζήσεται.” εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον ὑπέταξε δεύτερον ἐν τῷ " καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφη- τείας ὅτι δὴ τὸ φῶς τὸ πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελ- μένον διὰ τῆς Χριστοῦ παρουσίας ’ ὀψέ ποτε καὶ ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται·”

    (οὕτω γὰρ ἀντὶ τοῦ ’“καὶ οὐκ εἰς κενόν” ὁ Ἀκύλας ἡρμή- νευσεν·) ἔπειτα διὰ τὸ μέλλειν ὀψὲ καὶ ἐσπέρας ἔσε- σθαι τὴν τοῦ προφητευομένου παρουσίαν εἰς ὑπομο- νὴν παρακαλέσας διὰ τοῦ “ ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, ἢ ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ὁ ἐρχό- ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ,” ἐπὶ τὴν πίστιν τῆς προρρήσεως τὸν ἀκροατὴν παρορμᾷ λέγων, ὁ δὴ τού-

    v.3.p.376
    τοῖς πιστεύων ἐξ αὐτῆς τῆς πίστεως αὑτοῦ δίκαιος ἀναδειχθεὶς τὴν κατὰ θεὸν ζήσεται ζωὴν, ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἶς ἂν ὑποστείληται μὴ θαρσήσας, μηδὲ δὲ ἐμπιστεύσας τοῖς εἰρημένοις, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.

    οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως μετὰ τὸ ‟ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει” καθ’ ὑπερβατὸν συνάπτοντες τὸ ‟ ὁ δὲ μου ἐκ πίστεως ζήσεται,”

    καὶ τούτῳ ἐπιλέγοντες τὸ ‟ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ.” ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ συντρέχει λέγων ‘‘ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἐλεύσεται καὶ οὐ βραδυνεῖ.’ ἰδοὺ νωχελευομένου, οὐκ εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δόκαιος ἐν πίστει αὑτοῦ ζήσεται.

  • Απο τοῦ αὐτοῦ.