Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟ Καὶ εἷπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ καθ’ ὁμοίωσιν.‘ καὶ αὖθις [*](29 Gen. 1, 26.)

v.3.p.322
“καὶ εἶπεν ὁ θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, νον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν.”

Καὶ ἔνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειε, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων ‟καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.”

  • Απὸ τῆς αὐτῆς.
  • Ὡς ὁ αὐτὸς Μώσης δύο σαφέστατα κυρίους ἀνεπικαλύπτως θεολογεῖ.

    ‟Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ ἔβρεξε κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.”

    Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀδεβῶν ποιήσασθαι τιμωρίαν. πλὴν ἀλλ’ εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ’ οὐ καὶ ταῖς ὁμοίαις ἐπ᾿ ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον, καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα· τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ’ αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος.

    οὐ γὰρ τοῦ πατρὸς κύριος 5 οὐδὲ τοῦ πατρὸς θεὸς, ὁ θεὸς λόγος, ἀλλ’ ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τόν δὲ μετ’ αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχὴν καὶ εἰς ἴνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας.

    [*](1 Gen. 2, 18. 5 Gen. 1, 27. 10 Gen. 19, 23.)
    v.3.p.323
  • Ἀπὸ τῆς αὐτῆς.
  • Ὡς ὁ αὐτὸς θεράπων τὸν θεὸν λόγον δηλοῖ δεύτερον θεὸν καὶ κύριον προωνομασμένον, ἐν ἀνθρώπου τε μορφὴ καὶ σχήματι ὦφθαί τε καὶ χρηματίσαι τοῖς παλαιοῖς ἱστορεῖ.

    “Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην.” καὶ πάλιν ‟ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός. εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα.”

    καὶ αὖθις “ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυὶ· τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησε.”