Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς· ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. οὗτος οἰκοδομήσει τὴν πόλιν μου καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε κύριος Σαβαώθ.”

Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾰσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει· ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἶα θεῷ οἶ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεἵν ἐν αὐτῷ θεὸν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.

τὰ δὲ τῆς λέξεως οὕτως ἔχει ‘‘οὕτω λέγει κύριος, ἐκοπίασεν [*](12 Es. 45, 12. 30 Es. 45, 14.)

v.3.p.313
Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἶ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι, καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσι νέοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν ὅου. σὺ γὰρ εἶ θεὸς, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ.”

4, Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως ἐναργῶς οὕτως εἰσαγούσης θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. ‟ προσκυνήσουσί σοι φησὶν) οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλήν σου. σὺ γὰρ εἷ ὁ θεὸς καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἱσραὴλ σωτήρ.”

τὸ δὲ ‟ οὐκ ᾔδειμεν ” ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον ἑτέρως εἶχε τὸ Ἑβραικὸν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησὶ ‟ θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σώζων,”

ὁ δὲ Θεοδοτίων ‟ διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σώζων. σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δὲ, δι’ ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γεννητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγέννητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ‟ ἐν τούτῳ γὰρ κατὰ τὸν θεῖον ἀπόστολον) εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι.”

τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις, ὅτι ἐν σοὶ ὁ θεός ἐστι καὶ οὐκ ἔστι θεὸς πλήν σου. [*](27 Col. 1, 19.)

v.3.p.314
ἀντὶ δὲ τοῦ “πλήν σου” ‟πλὴν αὐτοῦ” ὁ Θεοδοτίων πεποίηκεν, ἔν ᾖ ‟οὐκ ἔστι θεὸς πλὴν αὐτοῦ, δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ δι’ ὃν καὶ σὺ τυγχάνεις ὢν θεός.” κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει ‘πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοὶ, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος, θεὸς σώζων.” κατὰ δὲ τὸν Σύμμαχον “μόνον ἐν σοὶ θεὸς, καὶ οὐκ ἔστιν ἔτι οὐδ’ ὑπάρχει θεὸς, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σώζων.”

δι’ ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν.

ἐπεὶ γὰρ ἐν σοὶ, φησὶν, ἐστὶ θεὸς, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ’ ἑαυτὸν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρὸς, οὔτ’ ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ’ ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ, παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς.

διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεὸν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει, τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ εἶς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἶς δ’ ὁ κατ’ ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος) οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱὸς, εἰκὼν ὢν μόνος τοῦ θεοῖ τοῦ ἀοράτου,

v.3.p.315
εἰκότως διὰ τὸν οὑ φέρει ὁμοίωσιν εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου θεοῦ θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρὸς, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ’ οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.

διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός τε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσι, πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλὰ οὐχ ὁ πρῶτος θεὸς, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός.

καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεὸν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι’ ὅλου σώζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην.

ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ τῆς ἀγεννήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωγράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας, εἰληφότα τε, ἀλλ’ οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα.

ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ’ ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ’ ἀμφοῖν κατὰ τὸ παράδειγμα

v.3.p.316
τῆς θεότητος ἐπινοουμένης, ἑνός τε ὄντος θεοῦ του καθ’ ἑαυτὸν ἀνάρχως καὶ ἀγεννήτως ὄντος, διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι’ ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου.

τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ’ ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα. “ἐν σοὶ γὰρ, φησὶ, προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ ἐν σοὶ ὁ θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ.”

ἀντὶ δὲ τοῦ ‟ἐκοπίασεν Αἴγυπτος τὸ Ἑβραικὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ ‘‘κόπος Αἰγύπτου” ἐκδεδώκασιν, ἔν ᾖ τὸ λεγόμενον τοιοῦτον “σοὶ προσκυνήσουσι, καί σοι ἔσονται δοῦλοι ὁ κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ·” δι’ ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ.

ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι’ αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθιστᾶσα.

καὶ ταῦτα πεπλήρωται ἐπὶ τοῦ σωτῆρος καὶ κυρίου ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσι προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν.

Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα ταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ ὄα Ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι δι’ ὧν εἴρηται ‟ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ [*](30 Ps. 71, 9.)

v.3.p.317
βασιλεῖς Ἀράβων καὶ Σαβᾶ δῶρα προσάξουσι, καὶ προσκυνήσουσιν αὐτῷ. ” δῆλον ἐκ τῆς συμφράσεως ὅτι καὶ τῷ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ προσκυνησουσιν.

  • Ψαλμοῦ λβ΄.
  • Ὡς θεοῦ λόγον οὐσιώδη κατ’ ἐπικέλευσιν τοῦ πατρὸς ὁμοίως ἡμῖν οἶδε δημιουργὸν τῶν ἀπάντων ὁ Δαβίδ· Λαὶ ὡς τὸν αὐτὸν τοῦ θεοῦ λόγον ὁ αὐτὸς προφήτης ἐπὶ θεραπείᾳ τῶν ἀνθρώπων ἐκ τοῦ πατρὸς ἀπεστάλθαι μαρτυρεῖ· καὶ ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν γῆν πληρώσειν τῆς αὐτοῦ διδασκαλίας θεσπίζει.