Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν ‟ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.”

καὶ ἐπιφέρει λέγων ‟καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ [*](15 Gen. 14, 18. 19 Heb. 7, 21. 22 Heb. 6, 17. 29 Heb. 7, 23.)

v.3.p.311
θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερευς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἄπο τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.”

καὶ ἐπιλέγει ‟κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἀγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, καὶ οὐκ ἄνθρωπος.” ταῦτα μὲν ὁ ἀπόστολος.

ὁ δὲ Ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων “ἐκ χειμάρρου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν.”

χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ Ψαλμὸς λέγων ‟χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν, ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησὶ, τὸ ποτήριον δηλονότι, ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ.”

καὶ πάλιν ‟εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.” τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσε κεφαλὴν, καὶ κατὰ τὸν ἀπόστολον “ἐπεὶ γὰρ γέγονεν ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο, φησὶν, ὑπερύψωσεν αὐτὸν ὁ θεὸς, ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας [*](17 Ps. 123, 4. 21 Matth. 26, 42. 25 Phil. 2, 8. Eph. 1, 20.)

v.3.p.312
καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. καὶ πάντα ὑπέταξε, φησὶν, ὑπὸ τοὺς πόδας αὐτοῦ,” κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ Ψαλμοῦ παρίστησι λέγων ‟κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.” πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσῳ τῶν ἐχθρῶν καὶ πολεμίων αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἀπάντων κατακυριεύει.