Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὔτε γὰρ ὑπ’ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἢν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει.

πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν 5 ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι, οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος, ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ ‟σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.” οὐ γὰρ ἔσῃ, φησὶ, μὴ ὢν πάλαι, ἀλλ’ οὐδ’ ἦσθα μὲν πάλαι, νῦν δὲ οὒ, ἀλλὰ παρὰ τοῦ φήσαντος ‟ἐγώ εἰμι ὁ ὢν” σὺ εἶ καὶ ἱερεὺς εἰς τὸν αἰῶνα διαμένεις.

ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστὸς, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλε τῆς ἱερωσύνης, οὐδὲ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἔθνεσι καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ ἱερέα φησὶν ἔσεσθαι.

καὶ τό γε ἀποτέλεσμα [*](3 Hebr. 7, 3.)

v.3.p.310
τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὑτοῦ θεραπευτῶν ἐπιτελεῖ.

ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἔπειτα οἶ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος, καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μώσεως γραφὴ μαρτυρεῖ λέγουσα “καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἢν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραάμ.”

εἰκότως οὖν καὶ μεθ’ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ ‘‘ὤμοσε κύριος ὁ θεὸς, καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ, λέγων, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν ‟ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἔνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἶς ἀδύνατον ψεύσασθαι θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος.”

καὶ ἐπιφέρει λέγων ‟καὶ οἱ μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ [*](15 Gen. 14, 18. 19 Heb. 7, 21. 22 Heb. 6, 17. 29 Heb. 7, 23.)

v.3.p.311
θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι’ αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερευς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἄπο τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος.”