Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

Κύριος ἐκ δεξιῶν σου. τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν πρωτότοκον πάσης κτίσεως θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν Ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα.

πρῶτον δὴ οὑν ἐπίστησον ὡς ἤδη τοῦτο δεύτερον γέννημα θεοῦ προσηγόρευται. καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. ‟εἶπε γὰρ φησὶν) ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.” τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων

v.3.p.306
ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ’ ὁμοίως, ἰδίως δ’ αὐτὸν κύριον ὠνόμαζον.

εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους ‟τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ; τίνος ἐστὶν υἱός;” εἰπόντων “τοῦ Δαβίδ” ἐπιλέγει ‟πῶς οὖν Δαβίδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιόν μου;” μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοὐ Δαβίδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτη πνεύματος.

εἰ δὲ τὸ πνεῦμα τὸ προφητικὸν, τοῦτο δ’ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ’ ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασι καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι’ οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον ‟ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα.”

μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γεννητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἐνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.

ἐπίστησον οὖν ὡς πρὸς ἴνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν “κάθου ἐκ δεξιῶν μου δωρεῖται [*](21 Col. 1, 16.)

v.3.p.307
φωνὴν, καὶ τὴν ‟πρὸ ἑωσφόρου γεγέννηκά σε,” μεθ’ ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.”

τίς δ’ ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνὴρ, ἀλλὰ οὐδὲ τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος, εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν ‘‘κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με;” καὶ πρόσσχες δὲ ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας τῷ τε παρόντι Ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς.

ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι λέγων ‟κάθου ἐκ δεξιῶν μου·” ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι’ ὧνφησιν ‟ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.”

πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας ‟ῥάβδον” φησὶν ‟δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών·” ἐν δ’ ἐκείνῳ ‟ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.” καὶ αὖθις ὁ μὲν παρών φησιν ‟κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου·” ὁ δὲ πρόσθεν τὰ βέλη σου ἠκονημένα, δυνατὲ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.” οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει.

τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ’ ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευο-

v.3.p.308
μένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθω- σιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀν- θρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολε- μίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀωαφωνηθέντα τοῦ θεσπιζομένου, τὸ “κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.”

Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν “κεχρῖσθαι τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου,” ἱερέων δερέων δὲ οἰκεῖον ἦν παρ’ ‘Εβραί- Οις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότε- Ρον ἱερέα αὐτὸν ἐπιφημίςει, πλείονα προτιθεὶς περὶ Αὐτοῦ διδασκαλίαν, δι’ ἦς μόνον αὐτὸν παρὰ τοὺς Πώποτε αἰώνιον ἱερέα εἶναι παιδευει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν.

Κατἀ τὴν τάξιν Μελχισεδὲκ ἱερᾶσθαί φησιν αὐτὸν, πρὸς ἀντι- διαστολὴν τοῦ κατὰ τὴν Μωςέως δεάταξιν ἱερέως, ἤτοι τοῦ’ Ααρὼν, ἢ καί τινος τῶν ἐξ ἐκείνου, ὦν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς, ὕστερόν ποτε δι’ ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ κριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπε- τελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπε- τελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπε- τίθετο τὴν ἱερςςύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνε- σιν· ἀλλὰ οὐδὲ μεθ’ ὁρκωμοςίας θεοῦ ἐπὶ τὴν λει- τουργίαω παρῄει, κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἶος ἀναγέγραπται ὁ Ἠλεί.

ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ἐκ μόνης ἐκεῖνος ἰερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς ὁ κατὰ τὴν Μωςέως διάταξιν ἐκ μόνης ἐκρίνετο ρυλῆς τῆς Λευί· ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμαςί τε ζῴων ἀλόγων καὶ αἅμασι σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελ-

v.3.p.309
χισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ελλάδα φωνὴν βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλὴμ, ὃ καὶ αὐτὸ ἂν εἴη ‟βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ ἀρχὴν ἡμερῶν, οὐ ζωῆς τέλος,” ἀλλ’ οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον.

οὔτε γὰρ ὑπ’ ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἢν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει.

πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν 5 ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι, οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος, ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ ‟σὺ ἱερεὺς εἰς τὸν αἰῶνα.” οὐ γὰρ ἔσῃ, φησὶ, μὴ ὢν πάλαι, ἀλλ’ οὐδ’ ἦσθα μὲν πάλαι, νῦν δὲ οὒ, ἀλλὰ παρὰ τοῦ φήσαντος ‟ἐγώ εἰμι ὁ ὢν” σὺ εἶ καὶ ἱερεὺς εἰς τὸν αἰῶνα διαμένεις.

ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστὸς, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλε τῆς ἱερωσύνης, οὐδὲ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἔθνεσι καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ ἱερέα φησὶν ἔσεσθαι.

καὶ τό γε ἀποτέλεσμα [*](3 Hebr. 7, 3.)

v.3.p.310
τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὑτοῦ θεραπευτῶν ἐπιτελεῖ.

ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἔπειτα οἶ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος, καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μώσεως γραφὴ μαρτυρεῖ λέγουσα “καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἢν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραάμ.”

εἰκότως οὖν καὶ μεθ’ ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ ‘‘ὤμοσε κύριος ὁ θεὸς, καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ, λέγων, ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”