Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τέρπου καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρός σε καὶ τὰ ἐξῆς. οἷς μεθ’ ἕτερα ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος.”

Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χρισοῦ εἰς ἀνθρώπους παρουσίαν, καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι’ αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησὶν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ’ ὁ πάλαι ἰσραὴλ,, ἀλλ’ οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεὸν, ἐφ’ ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς κα [*](4 Zach. 2, 10.)

v.3.p.346
λουμένης θυγατρὸς Σιῶν. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασι ἀποκαλεῖν φίλον.

ταύτ’ ἢν δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον, χαῖρε καὶ εὐφραίνου θύγατερ Σιῶν, διότι ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου. ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν· ὡς γοῦν καὶ ἐπήγγελται φήσας ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας τὰς ἡμέρας, ἴως τῆς συντελείας τοῦ αὐῦνος."

καὶ ‘‘ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν." ἐπειδὰν δὲ ἐγὼ, φησὶν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοὐ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί.

γνώσῃ δὲ ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέ με πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει " καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος." τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι ;