Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

' Εἶπε δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν, ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας. " καὶ ἐξῆς ‘‘ὅτε ἐγενήθησαν, φησὶν, ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις."

καὶ ἑξῆς "ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωι·νόν; ἑωσφόρος δὲ ἐπεῖδε τὴν ἑαυτοῦ τάξιν;"

καὶ πάλιν ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ’ ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλω- ροὶ δὲ Ἅιδου ἰδόντες σε ἔπτηξαν ;"

καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται ΄Ιὼβ τῷ κυρίῳ λέγων ‘‘ἄκουσον δέ μου, κύριε, ἔνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε · διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν.”

Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἶ προκείμεναι φωναὶ οὐκ ἐκ τῶν προτεθέντων μόνον, ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον· ὅτι δὲ τὸ ‘ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας" καὶ τὸ " ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ [*](4 Job. 38. 19 Job. 42, 4.)

v.3.p.341
Ἅιδου ἰδόντες σε ἔπτηξαν,” τὴν Ἅιδου τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει.