Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πρόδηλοι δὲ καὶ οἶ ἐχθροὶ, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τόν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται.

τὰ δὲ ἐξῆς ἐν τῷ Ψαλμῷ “σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου,” τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης, καὶ τῷ [*](6 Es. 61, 1.)

v.3.p.305
προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης, κόριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ’ ἂν τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.

‟Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιῶν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”

Κύριος ἐκ δεξιῶν σου. τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν πρωτότοκον πάσης κτίσεως θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν Ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα.

πρῶτον δὴ οὑν ἐπίστησον ὡς ἤδη τοῦτο δεύτερον γέννημα θεοῦ προσηγόρευται. καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. ‟εἶπε γὰρ φησὶν) ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου.” τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων

v.3.p.306
ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ’ ὁμοίως, ἰδίως δ’ αὐτὸν κύριον ὠνόμαζον.

εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους ‟τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ; τίνος ἐστὶν υἱός;” εἰπόντων “τοῦ Δαβίδ” ἐπιλέγει ‟πῶς οὖν Δαβίδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων, εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιόν μου;” μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοὐ Δαβίδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτη πνεύματος.

εἰ δὲ τὸ πνεῦμα τὸ προφητικὸν, τοῦτο δ’ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ’ ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασι καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι’ οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον ‟ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα.”

μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γεννητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἐνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.