Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐν τοῖς Ἀριθμοῖς ὁ Μώσης εὐχόμενός φησιν ‘‘ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ’ ὀφθαλμοὺς ὀπτάνῃ σὺ κύριε·’ ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ σὺ κύριε.” ὁ δὲ Σύμμαχος ‘‘ὅτι σὺ εἶ κύριε.”

καὶ ἐν Ἐξόδῳ εἴρηται ‟καὶ ἀνέβη Μώσης καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον ὅπου ὁ θεὸς Ἰσραήλ.” ἀνθ’ οὗ ὁ μὲν Ἀκύλας ‟καὶ (φησὶ) τὸν θεὸν Ἰσραήλ,” ὁ δὲ Σύμμαχος ‟καὶ ὁράματι τὸν θεὸν Ἰσραήλ.”

διὰ τὸ ‟θεὸν ἑώρακε πώποτε ‟τάχ᾿ ἄν τις ἐναντίαν εἶναι τῷ λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ’ εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν πολυμερῶς καὶ πολυτρόπως ὀφθέντα τοῖς πατράσιν ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ’ ἂν δόξοιο ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν ‟ὅτι θεοῦ ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν ὁ Ἰακὼβ ἐκάλεσε τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ, [*](4 Num. 14, 14. 10 Ex. 24, 9. 15 Jo. 1, 18. 19 Heb. 1, 1.)

v.3.p.338
εἰπὼν ‟εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή,” οὐχ ἕτερον ὑπάρχειν θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν.

  • Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ.
  • Ὡς ὁ θεὸς λόγος, ὁ τῷ Μωσεῖ χρηματίζων, ὁμοίως τοῖς πάλαι προπάτορσιν ὤφθη καὶ Ἰησοῦ xa Μώσεως διαδόχῳ ἐν ἀνθρώπου σχήματι.