Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Εἶπε δὲ ὁ θεὸς Ἰακὼβ, εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον θυσιαστήριον τῷ θεῷ, τῷ ὀφθέντι σοὶ ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὑτοῦ καὶ πᾶσι τοῖς μεθ’ τοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ῾ μέρα θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.”

Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγέννητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς, ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακῶβ, δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπε γοῦν ὁ θεὸς αὐτῶ ‘‘ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοί.” τίς δ’ ἦν ὁ ὦφθαι αὐτῷ ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες.

  • Ἀπὸ τῆς Ἐξόδου.
  • Ὡς ὁ ἐπὶ πάντων θεὸς, αὐτὸς ὢν ὁ δι’ ἀγγέλου τῷ Μωσεῖ χρηματίζων, ὦφθαι τοῖς πατράσιν, οὐκέτι δι’ ἀγγέλου, διὰ δὲ τοῦ υἱοῦ διδάσκει.