Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

‟Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβε τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὑτοῦ. καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβώχ, καὶ ἔλαβεν αὐτοὺς, καὶ διεβίβασε πάντα τὰ ἑαυτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ’ αὐτοῦ ἄνθρωπος ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπε δ’ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακὼβ. εἶπε δ’ αὐτῷ, οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετ’ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἔνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γάρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ θεοῦ.”

Τῷ μὲν Μωσεῖ εἴρητο ‘‘οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται.” ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδε θεὸν οὐχ ἁπλῶς, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· καὶ σωθείς γε οὐ τὸ σῶμα, ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν [*](1 Es. 9, 6. 5 Gen. 32, 22)

v.3.p.328
προσηγορίας, εἴ γε ἑρμηνευθὲν ὁρῶντα θεὸν τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἐώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ὢν ανωτάτω οὐσίας· οὐσίας· ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν.

εἰ δὲ ἀγγέλων τινα, ἢ τῶν κατ’ οὐρανὸν θείων πνευμάτων τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς δια- κονούμενον ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον· καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει, καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ’ Ἑβραίοις στοιχείων ἐπιση- μειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασι · τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, ὡς αὖθις ἡ θεία γραφὴ λέγει ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραὰμ, οἶ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας."

καὶ τῷ Ἰακὼβ δὲ " συνήντησαν ἄγγελοι θεοῦ · καὶ ἰδὼν εἶπε, παρεμβολὴ θεοῦ αὕτη. καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί.”

Οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτα- σίας ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας. ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου [*](21 Gen, 32, 2. 23 Gen. 32, 1.)

v.3.p.329
εἶδος θεοῦ, ἐπιλέγων ‟εἶδον γὰρ θεὸν πρόσωπον πρόσωπον. ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ’ ἄγγελος ἐπιφαίνεται, τοῦτ’ αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα ‟ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ βάτου.” ὅτε δὲ τὸν αὐθέντην, αὐτὸν δὴ τὸν δηλοῖ, θεὸν καὶ κύριον, ἀλλὰ οὐκέτι ἄγγελον ὀνομάζει.

ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι’ ὧν φησιν ‟ἐξῆρε δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν. ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν.”

Ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς “ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης,” δι’ ὅλης δὲ τῆς ἐρήμου ἐν διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων.

ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον, ἀλλ’ ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδε τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσι· κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἶ λέξεις ἄγγελον θεοῦ προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον.

λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ’ ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ [*](9 Ex. 14, 19.)

v.3.p.330
πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ πρῶτον αἴτιον.