Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἢν ὁ υἱὸς ἀγέννητος ἐν τῷ πατρὶ, μέρος ὢν αὐτοῦ, ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονε· τροπῇ

v.3.p.298
yἀρ ἤδη τοῦτο οἰκεῖον. Καὶ δύο γ’ἄν οὕτως ἀγέννητα Εἶεν, τὸ προβεβληκὸς καὶ τὸ πρπβεβλημένον. Καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς τῆς κατὰ τὴν προβολήν διαστάσεως;; οὔκουν ὡς Μέρος ἤ μέλος ἀγεννήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἶόν τε ἐινοεῖν.

ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δὲ ἀσωμάτου καὶ ἀΰλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα Πάλιντὸ “τὴν γενεσιν αὐτοῦ τίς διηγήσεται;ἀνφθέγξαιτο ἄν.

ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον, καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γεννητὸν Τὸν υἱὸν τοῖς λοιποῖς γεννητοῖς ὁμοίως ἀποφήνασθαι. ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοὺ δημιουργία.

ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ Μὲν πρωτότοκον πάσης κτίσεως τὸν υἱὸν ἀναγορεύει ἐξ αὐτοῦ πρωσώπου, τὸ “ κὐριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοὺ” φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ παρτὸς εἶναι λέγει κατὰ τὸ “ πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,”

Ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἄν ἔχοι, καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι λόγον ὄντα θεοῦ δημιουγικὸν καὶ τὸ πατρὶ συνεῖναι, μονγενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεφγὸν τῷ πατὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγεννημένον ὁμολογεῖν.

Εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει, μυρία δὲ τὰ τοιαῦτα, ὅποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, “ἅ ὀφθαλμὸς οὐκ εἶδεν καῖ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ [*](30 1 cor. 2,9.)

v.3.p.299
καρδίαν ἀνθρώπου οὐκ ἀνέβη,” κατὰ τὸν ἱερὸν ἀπόστολον, πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατωνόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοι μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν, ἢ τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασι, τάχα ἂν εἴποι τῆς τοῦ πατρὸς ἀγεννήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας, ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν, τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι, καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγὴν, ἀλλ’ οὐ τοῖς ὑποδείγμασι κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται.

τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγὴ σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτὶ, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ’ ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκε, καὶ οὐκ ἀγεννήτως συνυπάρχει τῷ πατρὶ, ἀλλ’ ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος, ἥ τε εὐωδία ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου, καὶ οὐ καθ’ ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει.

οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτὴρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγεννήτου κατά τι πάθος ἤ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκε τῷ πατρὶ, ἐπεὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ

v.3.p.300
γεννητὸς, καὶ ὁ μὲν πατὴρ, ὁ δὲ υἱός. προυπάρχειν δὲ καὶ προυφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν.