Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐφ’ οἶς ἅπασι καὶ τὸν διάβολον καὶ τοὺς ὑπ’ αὐτῷ πάντας ἀοράτους ἐχθρούς τε καὶ πολεμίους τροπωσάμενος τοὺς αἰχμαλώτους ἡμὰς οἰκείους αὐτοῦ κατηρτίσατο, καὶ ἐξ ἡμῶν αὐτῶν, ὡς ἂν ἐκ λίθων ζώντων, τὸν οἶκον τοῦ θεοῦ καὶ τὸ τῆς εὐσεβείας πολίτευμα ἐστήσατο, ὥστε εἰκότως ἐφαρμόζειν αὐτῷ τὸ λόγιον φάσκον “ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ. καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον κυρίου. καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ κατάρξει ἐπὶ τοῦ [*](1 2. Cor. 5,21. 3 Gal. 3, 13.)

v.3.p.282
Θρόνου αὐτοῦ.”

Πρόσσχες δ’ οὖν ἐπιμελῶς τίνα Τρόπον νῦν μὲν πνευματικῶς περὶ τοῦ πάλαι λέγων Ίησοῦ, τοῦ τὴν εἰκόνα τοῦ ἀληθοῦς φέροντος, φηςὶ Τὸ “ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ.” Σμικρὸν δὲ ὑποβὰς ὡς περὶ ἑτέρου ὂντος ἀνατολῆς, αὐτῷ δὴ τῷ τότε παρόντι Ἰησοῦ λέλεκται “ἂκουε δὴ Ἰησοῦ, ὁ ἰερεὺς ὁ μέγας, σὺ καὶ οἱ πληςίον σου, διότι ἂνδρες τερατοσκόποι εἰσίν. ἰδοὺ ἂγω τὸν δοῦλόν μου ἀνατολήν.” Εἰ δὴ οὖν ὁ λόγος ἦν περὶ μέλλοντος ἣξειν Μαξομένου, εἰκὼν ἂρα τοῦ μέλλοντος ἣξειν ἀνατολῆς ἐκεῖνος ἦν, ὡς ἐν εἰκόνι οὐ μόνον Ἰησοῦς, ἀλλα καὶ ἀνατολὴ προσαγορευόμενος, εἲ γε ὡς πρὸς παρόντα αὐτὸν τὸ “ἱδοὺ ἀνὴρ, ἀνατολὴ ὂνομα αὐτῷ” ἐλέγετο.

εἰκότως οὖν τῆς εἰκόνος ἓνεκα καὶ οὗτος τῆς τοῦ Σωτῆρος προσηγορίας ἠξίωτο, ὣσπερ οὖν καὶ ἀνατολῆς, ἐπειδὴ σωτήριον θεοῦ εἰς τὴν Ἑλλάδα φωνὴν γὰρ παρ’ Ἐβραίοις σωτηρία, υἱὸς δὲ Ναυῆ παρὰ τοῖς Αὐτοῖς Ἰωσουὲ ὀνομάζεται· Ἰωσουὲ δέ ἐστιν Ἰαὼ σωτηρία, Τοῦτ ἒστι θεοῦ σωτήριον. Εἰκότως εἲ που Θεοῦ σωήριον ἐν τοῖς Ἑλληνικοῖς ἀντιγράφοις ὠνόμασται, Οὐδ’ ἂλλο τι ἢ τὸν Ἰγσοῦν κατὰ τὴν Ἑβραίων Φωνὴν πέπεισο δηλοῦσθαι.

Τούτων καὶ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν προσηγορίας ἐπὶ τοσοῦτον εἰρημένων ἐξ ἑτέρας αὖθις ἀρχῆς τὸν λόγον ἀναλαβόντες ἐπὶ τὰς ἐντελεςέρας περὶ αὐτοῦ προφητικὰς ἀποδείξεις μεταβηςόμεθα.

v.3.p.283

Ἐπειδὴ διττὸς ὁ τρόπος ὁ περὶ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέφανται ἐν τῷ πρὸ τούτου συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως, ὁ μὲν ὑπερφυὴς καὶ ἐπέκεινα· καθ’ ὃν ὁριζόμεθα αὐτὸν εἶναι μονογενῆ θεοῦ υἱὸν, ἢ οὐσιώδη τοῦ θεοῦ λόγον, δεύτερον τῶν ὅλων αἴτιον, ἢ οὐσίαν νοερὰν, καὶ θεοῦ πρωτότοκον ἐνάρετον φύσιν, τὴν πρὸ τῶν γεννητῶν θείαν καὶ πανάρετον δύναμιν, ἢ τῆς ἀγεννήτου φύσεως νοερὰν εἰκόνα·) ὁ δὲ συγγενὴς ἡμῖν καὶ μᾶλλον οἰκεῖος, καθ’ ὃν πάλιν αὐτὸν ὁριζόμεθα θεοῦ λόγον, ἐν ἀνθρώπῳ τῆς τοῦ πατρὸς εὐσεβείας ἀπαγγελτικὸν, καθ’ ὃν πέφηνε πάλαι πρότερον ἐν ἀνθρώπου σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ, αὐτὸν δὴ ἐκεῖνον τὸν βοώμενον ἐθνάρχην θεοφιλέσιν,

αὗθίς τε φανησόμενον ἐν ἀνθρώποις δι’ ἀνθρώπου γενέσεως, καὶ παραπλησίας ἡμῖν σαρκὸς. αἴσχιστα πείσεσθαι προείρητο·) ὁδῷ καὶ τάξει προχωρήσαι ἂν ἡμῖν ὁ λόγος μέλλουσι τὰς περὶ αὐτοῦ προφητικὰς ἐκτίθεσθαι μαρτυρίας, εἰ δὴ ἐν πρώτοις κατὰ τὰ ἐπηγγελμένα τὸ πρῶτον ἐξετάσαιμεν, καὶ τὴν ἐν τοῖς εὐαγγελίοις περὶ αὐτοῦ θεολογίαν ἀπὸ τῆς παλαιὰς καὶ προφητικῆς μαρτυρίας πιστώσαιμεν. ἀναγκαῖον δὲ προεπισκέψασθαι ὁποῖός ποτε ἦν ὁ τρόπος τῆς παρ’ Ἑβραίοις τῶν προφητῶν θεοληψίας, παρ’ ὧν καὶ τὰ προηγορευμένα προπεπαιδεύμεθα.

Μαντεία καὶ χρηστήρια πανταχόσε γῆς Ἕλληνες καὶ βάρβαροι μνημονεύουσι συστῆναι. ταῦτα δέ φασιν ἐκ προνοίας τοῦ δημιουργοῦ ἐπὶ χρῆσιν καὶ ὠφέλειαν τῶν ἀνθρώπων καταδειχθῆναι, ὡς μηδὲν

v.3.p.284
εἶναι τὸ διαφέρον τῶν παρ’ Ἑβραίοις προφητῶν πρὸ τὰ τῶν λοιπῶν ἐθνῶν χρηστήρια· ὡς γὰρ Ἑβραίοις διὰ τῶν τοιῶνδε προφητῶν, οὕτω καὶ τοῖς ἄλλοις ἔθνεσι διὰ τῶν κατὰ τόπον μαντειῶν τὸν ἐπὶ πάντων θεὸν χρᾶν καὶ τὰ συμφέροντα ὑποτίθεσθαι.

μὴ γὰρ Ἰουδαίων μόνον εἶναι θεὸν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀπάντων ἀνθρώπων· καὶ οὐ μᾶλλον ἐκείνων ἢ τούτων κήδεσθαι, πάντων δ’ ἐξ ἴσου προνοεῖν, ὥσπερ οὖν καὶ ἥλιον ἀφθόνως τοῖς πᾶσι δεδωρῆσθαι, ἀλλ’ οὐ μόνοις Ἑβραίοις, καὶ τὰς ἐτησίους τῶν ἐπιτηδείων χορηγίας, σωμάτων τε τοῖς πάσι κατασκευὴν ὁμοίαν, ἔνα τε γενέσεως τοῖς πᾶσι τρόπον καὶ φύσιν λογικῆς ψυχῆς μίαν.

οὕτω δὲ καὶ τῆς τῶν μελλόντων προγνώσεως τὴν ἐπιστήμην πᾶσιν ἀνθρώποις ἀφθόνως παρέχειν, τοῖς μὲν διὰ προφητῶν ἀνδρῶν, τοῖς δὲ διὰ χρηστηρίων, τοῖς δὲ διὰ ὀρνίθων πτήσεως, ἢ διὰ θυτικῆς, ἢ δι’ ὀνειροπομπείας, ἢ διὰ κληδόνων, ἢ παλμῶν, ἤ τινων ἑτέρων συμβόλων. ταῦτα γάρ φασιν πᾶσιν ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ προνοίας δεδωρῆσθαι, ὡς μηδὲν πλέον ἔχειν δοκεῖν τοὺς Ἑβραίων προφήτας.

Τοιοῦτος μὲν οὖν ὁ παρ’ ἐκείνων λόγος· ὁ δὲ παρ’ ἡμῶν ὧδέ πως αὐτοῖς ἀπαντήσεται. εἰ μέν τις συνίστη λόγος θεοὺς ἀληθῶς, ἢ θείας δυνάμεις, ἢ δαίμονας ἀγαθοὺς ἐφεστάναι τοῖς τῶν εἰρημένων μαντείοις, ἢ τοῖς οἰωνοῖς, ἢ τοῖς λοιποῖς τοῖς κατωνομασμένοις, ἦν ἂν χώραν ἀπονεῖμαι τοῖς λεγομένοις, ὡς τοῦ ἐπὶ πάντων θεοῦ κἀκεῖνα τοῖς χρωμένοις ἐπ’ ὠφελείᾳ δεδωρημένου· εἰ δὲ ἐντελέσιν ἀποδείξεσι καὶ αὐτῶν Ἑλλήπων ὁμολογίαις ἤδη πρότερον δαίμονας αὐτοὺς εἶναι καὶ οὐδ’ ἀγαθοὺς, πάσης δὲ βλάβης καὶ μοχθηρίας αἰτίους, πῶς ἂν δύναιντο θεοῦ

v.3.p.285
εἶναι προφήται; φαύλους δὲ αὐτοὺς ὁ λόγος ἐφώρασε διὰ τῆς Εὐαγγελικῆς Προπαρασκευῆς, ἔκ τε τῆς πάλαι κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν συντελουμένης αὐτοῖς ἀνθρωποθυσίας, ἔκ τε ὧν ἠπάτων τοὺς ἐρωτῶντας ἀγνοίᾳ τοῦ μέλλοντος, ἔκ τε ὧν ἡλίσκοντο μυρία ψευδόμενοι, τοτὲ μὲν ἐκ τοῦ προφανοῦς, τοτὲ δὲ διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας, δι’ ἧς τοὺς πρόσφυγας πλείστοις πλειστάκις περιβάλλοντες κακοῖς ἀπηλέγχθησαν.

καὶ ἐπεὶ προαπεδείκνυτο μιαρὸν αὐτῶν καὶ ἀκάθαρτον τὸ φῦλον ἐκ τοῦ χαίρειν αἰσχραῖς καὶ ἀκολάστοις περὶ αὐτῶν λεγομέναις ᾠδαῖς καὶ ὕμνοις καὶ μυθικοῖς διηγήμασιν, ἱστορίαις τε ἀσέμνοις καὶ ἐπιβλαβέσιν, ἃς καὶ καθ’ ἑαυτῶν κυροῦντες καὶ ὡς ἀληθεῖς βεβαιοῦντες ἥλωσαν.

καὶ τέλος ἀπάντων ἔλεγχος τῆς ἀδρανοῦς αὐτῶν φύσεως ἦν τὸ σβεσθῆναι καὶ μηκέθ’ ὁμοίως χρᾶν· καὶ σβεσθῆναι μὴ ἄλλοτε ἢ ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ.

ἐξ οὗ γὰρ εἰς πάντα τὰ ἔθνη διέδραμεν ὁ τῆς εὐαγγελικῆς διδασκαλίας αὐτοῦ λόγος, ἐξ ἐκείνου καὶ τὰ χρηστήρια διέλιπεν, καὶ δαιμόνων θάνατοι μυημονεύονται. πάντα δὲ οὖν ἦν ταῦτα καὶ ἄλλα τούτοις παραπλήσια μυρία, δι’ ὧν πονηροὶ δαίμονες ὄντες οἱ περὶ ὧν ὁ λόγος ἐν τοῖς τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπηλέγχθησαν.

εἰ δὴ οὖν τοιοίδε τινὲς τυγχάνουσι, τίς αἱρεῖ λόγος τοῦ ἐπὶ πάντων θεοῦ μαντείας εἶναι ἡγεῖσθαι τὰ τῶν δαιμόνων χρηστήρια, ἢ τοῖς τοῦ θεοῦ προφήταις τὰ κατ’ αὐτοὺς παραβάλλειν; ποτακαὶ δὲ αὐτῶν αἱ προρρήσεις, ἃς, ὅτε καὶ ἐδόκουν ὑφεστάναι, πρὸς τοὺς ἐρωτῶντας ἐποιοῦντο; ἆρα οὐχὶ περὶ ἀσέμνων ταπεινῶν τε καὶ εὐτελῶν ἀνδρῶν, πυκτῶν, φέρε, ἤ τινων τοιούτων, οὓς θυσίαις

v.3.p.286
τιμᾶν ἐκέλευον; ποῖα δὲ τὰ περὶ τῆς ἀνθρωποθυσίας νενόμιστο; κεφάλαιον γὰρ δὴ τοῦτο τῶν εἰρημένων.

ἆρά τινι πράγματι κατέλιπον φαύλῳ ἀτοπίας ὑπερβολὴν, εἰ δὴ οἱ σωτῆρες ἀνθρώπων θεοί τε καὶ ἀγαθοὶ δαίμονες τοὺς ἱκέτας αὐτῶν καὶ εὐσεβεῖς πρόσφυγας φυγὰς κατασφάττειν τὰ ἑαυτῶν φίλτατα, ὡσπερεί τινα ἄλλα θρέμματα, παρεκελεύοντο, ἄντικρυς ἀνθρωπείων αἱμάτων ὑπὲρ πᾶσαν θηρίων φύσιν διψῶντες, καὶ οὐδὲν ἄλλο ἢ αἱμοπότας καὶ ἀνθρωποβόρους ἀπωλείας τε φίλους εἶναι σφᾶς αὐτοὺς ἀπελέγχοντες· ἢ λεγέτω ὁ βουλόμενος, εἰ ἔχοι σεμνόν τι καὶ ἀρετῆς ἄξιον τῶν δηλουμένων ἐπιδεῖξαι, ἢ μαντείας καὶ προρρήσεις εἰς πᾶν γένος ἀνθρώπων συντεινούσας, ἢ νόμους καὶ πολιτικὰς διατάξεις καθ’ οὓς χρῆν βιοῦν πάντας ἀνθρώπους διαγορευούσας, ἢ φιλοσοφίας δόγματά τε καὶ μαθήματα πρὸς τῶν θεῶν προβεβλημένα τοῖς ἐρασταῖς φιλοσοφίας.

ἀλλ’ οὐκ ἂν ἔχοι τις φάναι τοιοῦτον πώποτε ὑπῆρχθαι τῷ βίῳ ἐκ τῶν περιβοήτων χρηστηρίων· εἰ γὰρ ἦν ταῦτα, οὐκ ἂν διαφόροις ἐχρήσαντο καὶ μαχομένοις νόμοις ἄνθρωποι ὑπὸ θεῶν νομοθετούμενοι.

θεοὶ γὰρ ὄντες καὶ ἀγαθοὶ πῶς οὐκ ἂν τοῖς αὐτοῖς ἐχρήσαντο διατάγμασι; πῶς δ’ οὐχὶ ταῖς σώφροσι καὶ δικαιοτάταις νομοθεσίαις; τίς οὖν τῆς Σόλωνος, ἢ Δράκοντος, ἢ τῶν ἄλλων ἀνθρώπων Ἕλλησίν τε καὶ βαρβάροις νομοθετῶν χρεία ἦν, θεῶν ἐγγὺς παρόντων, καὶ διὰ τῶν χρησμῶν διαταττομένων τὰ δέοντα;

εἰ δὲ δὴ φαίη τις αὐτοὺς καὶ οὐδ’ ἄλλους εἶναι τοὺς καθ’ ἕκαστον ἔθνος ἀνθρώπων νομοθετοῦντας, καὶ τίς ἆρα ἐκεῖνος καὶ ποταπὸς εἰπάτω θεὸς, ὁ Σκύθαις, φέρε, ἀνθρωποβορεῖν διαταξάμενος, ἢ ὁ μητράσιν ἑτέροις καὶ θυγατράσι μίγνυσθαι νομοθετήσας, ἢ ὁ κυσὶν

v.3.p.287
παραβάλλειν τοὺς γεγηρακότας, ὡς ἀγαθὸν, διατεταγμένος, ἢ ὁ ἐπιτρέπων ἀδελφὰς γαμεῖν καὶ ἄρρενας ἄρρεσιν ἐπιμίγνυσθαι; καὶ τί με δεῖ τοὺς ἐκθέσμους τῶν παρ’ Ἕλλησι καὶ βαρβάροις λόγους ἀπαριθμεῖν, εἰς ἔλεγχον τοῦ μὴ θεοὺς γεγονέναι, πονηροὺς δὲ καὶ ἀλιτηρίους δαίμονας, τοὺς θαυμαστοὺς αὐτῶν χρησμοδότας, ἐπὶ τὰ παρὰ φύσιν ἀτοπήματα τὸ τρισάθλιον τῶν ἀνθρώπων γένος καταβεβληκότας,

ὁπότ’ οὐδ’ οἶ παρ’ Ἕλλησι βεβοημένοι θεοὶ καὶ μάντεις ὀνησιφόρον τι καὶ λυσιτελὲς εἰς ψυχῆς ὠφέλειαν τοῖς χρωμένοις ἀποδείκνυνται παρεσχημένοι;

τί γὰρ δή ποτε καταλιπόντες ἄνδρες Ἕλληνες τὴν ἐξ αὐτῶν ὠφέλειαν ἐπὶ τὴν βάρβαρον ἐστέλλοντο γῆν ἐμπορίαν μαθημάτων ἔξωθέν ποθεν ἐρανιζόμενοι, παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ σοφίαν ἐκδιδασκόντων, τί ποτ’ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δὲ ἀπ’ ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ’ εἰ μὴ προσεῖχον αὐτοῖς οἶ πολλοὶ τῶν ἀνθρώπων, τοὺς εὐσεβεῖς δ’ οὖν καὶ θεοῖς προδιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι.