Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

εἶεν δ’ ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ ἐκκλησίαι, ἑνὸς οἴκου τοῦ θεοῦ τυγχάνουσαι αὐλαὶ, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται παραρριπτεῖσθαι ὁ τὰ τοιαῦτα εἰδὼς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν· εἰ μὴ τὰς τῶν Ἰουδαίων συναγωγὰς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, πολὺ βελτίους εἶναι ἢ τὰς ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται.

  • Ψαλμοῦ πη΄.
  • Χριστὸς ὀνομαστὶ ἐξουδενημένος, καὶ τὰ αἴσχιστα πεισόμενος, ἀντάλλαγμά τε αὐτοῦ λαὸς αὐτοῦ ὑπὸ τῶν ἐχθρῶν ὀνειδιξόμενος.

    ‟ Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου. ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ᾿ καὶ τὰ ἑξῆς. οἶς ἐπιλέγει ‟ μνήσθητι, μνήσθητι, κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὐ ὠνείδισαν οἱ ἐχθροί σου, κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.”

    Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται, καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφη- [*](21 Ps. 88, 38.)

    v.3.p.265
    τευομένη περίστασις. ἐπὶ σχολῆς δὲ τὸν ὅλον Ψαλμὸν βασανίζοντες παραστήσομεν ὅτι ἐπὶ μηδέτερον ἢ ἐπὶ μόνον τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα.

    ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ τὸ ἀντάλλαγμα, δηλονότι τὴν ἐκκλησίαν, ὠνείδισάν τε καὶ καὶ εἰσέτι νῦν ὀνειδίζουσιν οἱ λεγόμενοι τοῦ Χριστοῦ ἐχθροί; τὰ γοῦν τοῦ σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρὸν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν.

  • Ψαλμοῦ ρλα΄.
  • Χριστὸς ὀνομαστὶ ἐκ σπέρματος Δαβὶδ ἀνιστάμενος, κέρας Δαβὶδ ὀνομαζόμενος, τοὺς Ἰουδαίους ἐχθροὺς κατ’ αἰσχύνων, τὸ ἁγίασμα τοῦ πατρὸς ἀνανεῶν.

    Ὤμοσε κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτὸν, ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.

    εἶθ’ ὑποβάς φησιν ‟ ἐκεῖ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην, ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.”

    Κἀνταῦθα περὶ τοῦ ἐκ σπέρματος Δαβὶδ ὄμνυσιν ὁ κύριος, ὅπερ σπἐὸμα καὶ κέρας ὀνομάζει αὐτοῦ. καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων λύχνον φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ’ ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκεν.

    καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παρα- [*](16 Ps. 131, 11.)

    v.3.p.266
    θέσει ἡλίου καὶ τελείου φωτὸς λύχνου τάξιν ἐπέχων. ‟ ἐκεῖ δὲ (φησὶν) ἐξανατελῶ κέρας,” τὸν τόπον δηλῶν ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι.

    εὐξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ φήσαντί τε εἰ εἰσελμύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ” ἀποκαλύπτει τὸ θεῖον πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. διὸ ἐπιφέρει λέγων

    ‘‘ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθὰ, (αὕτη δέ ἐστιν ἡ Βηθλεὲμ) εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἶ πόδες αὐτοῦ.” εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει ‟ ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου,”

    τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ’ ἑτέραν ὑπόνοιαν σημαίνων, ἐπειδὴ διὰ τοῦ σώματος ὡς δι’ ὀστρακίνου σκεύους ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρωπους.

  • Ἀπὸ τοῦ Ἀμώς.
  • Χριστὸς ὀνομαστὶ ὑπὸ τοῦ θεοῦ καταγγελλόàενος, καὶ πᾶσι μὲν ἀνθρώποις γνωριξόμενος, τὸ Ἰουδαίων δ’ ἔθνος ἀφοσιούμενος.

    ‘‘Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν θεὸν τοῦ Ἰσραὴλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων [*](28 Am. 4, 12.)

    v.3.p.267
    πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὑτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην ^ καὶ ἐπ’ ἴ’ β αἴνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. κύριος ὁ θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. ἀκούσατε λόγον κυρίου, ὃν ἐγὼ λαμ- βάνω ἐφ’ ὑμὰς, θρῆνον. οἶκος Ἰσραὴλ ἔπεσεν, οὐκ- οὐκέτι προσθήσει τοῦ ἀναστῆναι. παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς, οὐκ ἔστιν ὁ ἀνιστῶν αὐ- τὴν.”

    Eβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλ- λῶν εἰς ἀνθρώπους ὁ θεὸς στερεοῦν βροντὴν καὶ κτί- κτίζειν πνεῦμα λέγεIαι, τοῦ εὐαγγελικοῦ κηρύγματος βροντῆς διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον ὀνομαζομένου, ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τι) τοῦ σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρω- πεπλήρωταί, ἐφ’ ᾗ ποιήσειν ὁ θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται, τοῖς μὲν τὸ σωτήριον φῶς παραδ εξαμἐ- νοῖς τὸν ὄρθρον, τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς τοὐναντίον.

    οἶς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυ τίκα μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν

    ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρασίς τε ἅπαξ ὑπὸ τοῦ θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πε- σόντος αὐτῶν οἴκου τοῦ ἐν Ἰερουσαλὴμ, καὶ κατὰ παντὸς αὐτῶν τοῦ συστήματος, ὡς μηκέτ’ ἂν ἀνα- ἀναστησομένων tS μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. οὐκ ἔστι γοῦν, φησὶν, ὁ ἀνιστῶν αὐτήν.

    ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν ἐπὶ πάντα μετέστη τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας δι’ ὣν ἀποκλαυ-

    v.3.p.268
    σάμενος μονονουχὶ ἀπελογήσατο εἰπὼν ‘‘Ἱερουσαλὴμ Ἰερουσαλὴμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὑτήν· πολλάκις γὰρ ἠθέλησα ἐπισυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὑτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.”

  • Ἀπὸ τοῦ Ἀμβακούμ.
  • Χριστὸς ὀνομαστὶ ὑπὸ κυρίου τοῦ πατρὸς σωζόμενος καὶ σώζων τοὺς ἑαυτοῦ Χριστούς.

    ‟ Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαιτοὺς Χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.”

    Ἀκύλας ‟ ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν λαοῦ σου σὺν Χριστῷ σου.” ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκε, σὺν Χριστῷ φήσας τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων θεὸν, εἰκότως παρεθέμεθα τὴν λέξιν σαφῶς τῷ προβλήματι παρισταμένην.

    εἶεν δὲ ἂν κατὰ τὴν τῶν ἑβδομήκοντα ἑρμηνείαν πλείους οἶ ἐξ αὐτοῦ καὶ δι’ αὐτὸν Χριστοὶ χρηματίΦντες, περὶ ὧν εἲρηται ‟ μὴ μὴ ἅψησθε τῶν Χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε,” οἴ τε εἰς αὐτὸν πεπιστευκότες, καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγε- νεσίας χρίσματος κατηξιωμένοι, καὶ οἶ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ ‟ μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν.”

    [*](1 Matth. 23, 37. 10 Habb. 3, 13. 20 Ps. 105, 15. 24 Heb. 3, 14.)
    v.3.p.269

    Ἀπὸ τῶν Ἰερεμίου θρήνων. Χριστὸς ὀνομαστὶ ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενος καὶ τοῖς ἔθνεσιν ἐπιγινωσκόμενος. ‟ Πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν οὗ εἴπομεν ἐν τῇ σκιᾷ αὐτοῦ, ζησόμεθα ἐν τοῖς ἒθνεσιν.”

    Οἶ’ θεσπέσιοι τοῦ θεοῦ προφῆται τὸ μέλλον θείῳ πνεύματι συνορῶντες ζήσεσθαι μὲν ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν λόγους ὡς ἂν ζώντων ἐνεργήσειν ἐν τοῖς ἔθνεσιν, ἀλλ’ οὐκ ἐν τῷ Ἰσραὴλ, ἐθέσπιζον. τὸν Χριστὸν πάλιν ὀνομαστὶ, ὡς ἂν αὐτὸν ὄντα τὸν Χριστὸν παρ’ οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον ἐν ταῖς διαφθοραῖς αὐτῶν.

    τίνων; ἢ δῆλον ὅτι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῶ; τήρει δὲ κἀνταῦθα ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόσαι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. διόπερ εἰκὸς τοὺς ἐκ περιτομῆς ἀποσφάλλεσθαι τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ ὡς ἐπὶ πρώτης ἀφίξεως ἐκλαμβάνοντας, οὐδαμῶς τοῦτο συγχωροῦντος τοῦ λόγου·

    ἐπεὶ μὴ οἶόν τέ ἐστιν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἔνδοξον αὐτὸν καὶ ἄδοξον ὑποτίθεσθαι, καὶ ἔντιμον καὶ βασιλέα, καὶ πάλιν οὐκ ἔχοντα εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἄτιμον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· καὶ αὖθις σωτῆρα καὶ λυτρωτὴν τοῦ Ἰσραὴλ, καὶ πάλιν ἐπιβουλευόμενον πρὸς αὐτῶν, καὶ ὡς πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον ἀπό τε τῶν ἀνομιῶν αὐτῶν [*](4 Jer. Lam. 4, 20.)

    v.3.p.270
    εἰς θάνατον παραδιδόμενον.

    εὖ δὲ καθ’ ἡμᾶς, ὡς ἡ τῶν πραγμάτων ὄψις ἐπιδείκνυσιν, εἰς δύο τρόπους τῶν περὶ τοῦ Χριστοῦ προρρήσεων διαιρουμένων τὰ μὲν ἀνθρωπινώτερα καὶ σκυθρωπὰ κατὰ τὴν προτέραν ἄφιξιν αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖται, τὰ δ’ ἐνδοξότερα καὶ θειότερα εἰσέτι νῦν προσδοκᾶται κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν.