Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ὁ γοῦν διὰ τοῦ Ψαλμοῦ προφητευόμενος παρέστη ἄντικρυς ἱερεύς τις ὢν αἰώνιος καὶ υἱὸς ὑψίστου θεοῦ, ὡς ἂν ὑπ’ αὐτοῦ τοῦ ὑψίστου θεοῦ γεγενημένος, καὶ σύνθρονος τῆς βασιλείας αὐτοῦ.

δέδεικται δὲ καὶ ὁ διὰ τοῦ Ἠσαίου Χριστὸς οὐχ ὑπ’ ἀνθρώπων γεγονὼς, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ πατρὸς καὶ διὰ τοῦ ἐνθέου πνεύματος κεχρισμένος, λυτρωτής τε ἀπεσταλμένος τῆς τῶν ἀνθρώπων αἰχμαλωσίας.

τοῦτον δὴ οὖν πνεύματι θείῳ τεθεαμένος ὁ Μώσης εἰκόνας καὶ σύμ- βολα ὡς ἐν ἀνθρώποις αὐτοῦ καθίστη, σκευαστῷ μύρῳ τέως ἀντὶ τοῦ θείου πνεύματος τὸν ἐν ἀνθρώποις προηγμένον ἱερέα χρίων τε καὶ ἀλείφων, Χριστόν τε αὐτὸν καὶ ἠλειμμένον εἰς ἀναφορὰν τοῦ ἀληθοῦς ἀποκαλῶν.

ὅτι δὲ ταῦτα οὕτως ἔχει. τίς ἂν γένοιτο μάρτυς αὐτοῦ Μώσεως μᾶλλον ἀξιόχρεως; ἐν [*](1 Heb. 7, 20.)

v.3.p.253
γὰρ τῇ αὐτοῦ γραφῇ τὸν χρηματίζοντα αὐτῷ θεὸν καὶ κύριον διαρρήδην παρακελεύσασθαι αὐτῷ διδάσκει κατὰ τὴν ὑποδειχθεῖσαν αὐτῷ νοητὴν καὶ οὐράνιον αὐτοῦ θέαν σωματικωτέραν ἐπὶ γῆς συστήσασθαι λατρείαν, εἰκόνα τῶν νοητῶν καὶ ἀσωμάτων περιέχουσαν. λέγεται γοῦν τῶν ἐν τῷ οὐρανῷ ἀγγέλων καὶ θείων δυνάμεων διάταξιν τύπον τινὰ σκιογραφῆσαι, φήσαντος αὐτῷ τοῦ χρησμοῦ ‘‘ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει.”

ἆρα οὖν ὡς τὰ ἄλλα, οὕτω καὶ τὸν ἀρχιερέα παρῆγεν, μύρῳ γεώδει χρίων αὐτὸν, καί τινα σκιώδη καὶ εἰκονικὸν, ἀλλ’ οὐκ ἀληθῆ Χριστὸν καὶ ἀρχιερέα, τοῦ κατ’ οὐρανὸν Χριστοῦ τε καὶ ἀρχιερέως ἀντίμιμον ἀπεργαζόμενος,

ἀλλ’ ὅτι μὲν ὁ κυρίως Χριστὸς οὐκ ἄνθρωπος ἦν, υἱὸς δέ τις θεοῦ, δεξιοῖς τῆς πατρικῆς θεότητος τετιμημένος, καὶ πολὺ κρείττων οὐ μόνον τῆς θνητῆς καὶ ἀνθρωπείας φύσεως, ἀλλὰ καὶ πάσης τῆς ἐν γεννητοῖς νοερᾶς οὐσίας, σαφῶς οἶμαι ἀποδεδειχέναι.

πλὴν ἀλλ’ ὅτι κατὰ τὰ πρότερον εἰρημένα ὁ αὐτὸς Δαβὶδ ἐν μδ΄ Ψαλμῷ, προγραφῇ χρησάμενος τῇ ‘‘ὑπὲρ τοῦ ἀγαπητοῦ καὶ τῶν ἀλλοιωθησομένων, ὁμοῦ θεὸν καὶ βασιλέα καὶ Χριστὸν ἔνα τινὰ καὶ τὸν αὐτὸν ἀναγορεύει γράφων οὕτως “ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου, ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων.”

οἷς ἑξῆς ἐπιλέγει ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ [*](24 Ps. 44, 1.)

v.3.p.254
σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

Σκόπει δ’ οὖν ἐπιμελέστερον ὅπως κατὰ τὴν τοῦ Ψαλμοῦ προγραφὴν ὑπὲρ τοῦ ἀγαπητοῦ τὸν λόγον εἶναι προοιμιάζεται, μετὰ τοῦ καὶ εἰς σύνεσιν τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾶν. ἐπισημαίνεται δὲ καὶ τὸ αἴτιον τῆς οἰκονομίας τοῦ λόγου φάσκων ‟ εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων εἰς σύνεσιν ὑπὲρ τοῦ ἀγαπητοῦ.”

Τίνας δὲ ἄλλους εἴποις ἂν εἶναι τοὺς ἀλλοιωθησομένους ὑπὲρ ὧν ὁ Ψαλμὸς εἴρηται ἢ τοὺς μέλλοντας μεταβαλεῖσθαι ἐκ προτέρου βίου καὶ τρόπου, μετατεθήσεσθαί τε καὶ ἀλλοιωθήσεσθαι διὰ τοῦ προφητευομένου; οὗτος δὲ ἦν ὁ ἀγαπητὸς τοῦ θεοῦ, ὑπὲρ οὗ ἐπὶ τῆς προφητείας συνέσεως δεῖν ὁ Ψαλμὸς ἡμῖν προοιμιάζεται. εἰ δ’ οὖν ἐπαπορήσαις τίς ἄρα ἦν ὁ ἀγαπητὸς οὗτος περὶ οὑ ἐν τῷ Ψαλμῷ προεφητεύετο, παρὰ πόδας σοι ὁ λόγος παραστήσει ἀρχόμενος εὐθὺς καὶ λέγων ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.” εἴποι δ’ οὖν ἄν τις αὐτὸν ἐκεῖνον σημαίνεσθαι, τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον, ὃν θεολογῶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης παρίστη λέγων ‟ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν, καὶ θεὸς ἦν ὁ λόγος.”

τὸ δ’ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” εἴπερ ἐκ προσώπου τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων λέγοιτο, τὸν μονογενῆ τοῦ θεοῦ λόγον ὑποφαίνοι ἂν, ὡς ἂν υἱὸν ἐκ τοῦ πατρὸς ὑφεστῶτα, ἀλλ’ οὐ κατὰ προβολὴν, ἢ κατὰ διαίρεσιν, ἢ τομὴν, ἢ μειῶσιν, ἢ κατά τι τῶν ἐν σώμασιν ὑπονοουμένων· ἀσεβῆ γὰρ ταῦτα καὶ πάμπαν [*](23 loann. 1, 1.)

v.3.p.255
ἀπῳκισμένα τῆς ἀρρήτου γενεσιουργίας.

κατὰ δὲ τὰ πρόσθεν ἡμῖν νενοημένα καὶ τάδε χρὴ μετάλαμβάνειν, ὥσπερ γε ἀπὸ γαστρὸς τοῦ θεοῦ καὶ πρὸ ἑωσφόρου ἐλέγετο γεγεννῆσθαι, τροπικῶς ἀκουόντων ἡμῶν τὰ τοιαῦτα, καὶ κατὰ μόνην τὴν ἐν νοητοῖς θεωρίαν τὸ παραπλήσιον ἀποδέχεσθαι χρή. καὶ ἐν τῷ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν” κατὰ μόνην διάνοιαν τοῦ θείου πνεύματος καὶ ταῦτα διεξιόντος, ἐφ’ οἷς καὶ νῦν ἡμῖν λέγειν προσήκει τὸ σύνηθες ἐφ’ ἑκάστου τῶν περὶ αὐτοῦ θεολογουμένων καὶ εὐσεβὲς ἐκεῖνο ῥῆμα ‘τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;’· κἂν θνηταῖς καὶ ἀνθρωπίναις φωναῖς συνήθως ἡμῖν αἶ θεῖαι γραφαὶ καὶ τὸ γεννᾶσθαι ἐπιλέγωσιν καὶ τὸ γαστρὸς ὄνομα παραλαμβάνωσιν.

ταῦτα γὰρ μόνης ἔχεται τῆς κατὰ διάνοιαν θεωρίας, οὐδ’ ἄλλως ἢ νόμοις ἀλληγορίας ὑποβεβλημένα, ὥσπερ οὖν καὶ τὸ ‟ ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν περὶ τῆς τοὐ πρώτου λόγου συστάσεως τε καὶ οὐσιώσεως ἂν φαίη τις εἰρημένον, ἐπεὶ μηδ’ ἄλλως καρδίαν κατὰ τὴν παρ’ ἡμῖν νοουμένην καὶ ἐπὶ τοῦ τῶν ὅλων θεοῦ θεμιτὸν ἐκλαμβάνειν. ἀλλὰ γὰρ ὁ μέν τις τοῦτον εἶναι τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγον φήσαι ἂν τὸν Ψαλμῷ δηλούμενον, λόγον εἰκότως ὠνομασμένον ἀγαθὸν, ὡς ἂν τοὐ παναγάθου πατρὸς ὄντα γέννημα.

ἡμεῖς δὲ μικρῷ ἐν τῷ Ψαλμῷ προελθόντες τὸν προφητευόμενον, αὐτὸν δὴ τοῦτον τὸν ἀγαπητὸν τοῦ θεοῦ, κεχρῖσθαι πάλιν οὐχ ὧδε ὥσπερ ὑπὸ Μώσεως, οὐδ’ ὡς ὑπό τινος τῶν ἐν ἀνθρώποις, ἀλλ’ ὑπ’ αὐτοῦ τοῦ ἀνωτάτου καὶ ἐπὶ πάντων θεοῦ τε καὶ πατρὸς αὐτοῦ εὑρήσομεν. λέγει δ’ οὖν ἑξῆς προιών ‟ διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους

v.3.p.256
σου.”

τὸν δὴ οὖν κἀνταῦθα ὑπ’ αὐτοῦ τοῦ ἐπὶ πάντων θεοῦ κεχρῖσθαι μεμαρτυρημένον πῶς ἂν ἂλλως τις ὀνομάσειεν ἢ Χριστόν; ἔχομεν τοιγαροῦν ἤδη καὶ διὰ τούτων δύο τοῦ θεσπιζομένου προσηγορίας, Χριστοῦ καὶ ἀγαπητοῦ, ἑνὸς καὶ τοὐ αὐτοῦ κεκλημένου τοῦ τῆς χρίσεως αἰτίου· διὸ λέγεται κεχρῖσθαι ὁ δηλούμενος τῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ. τὴν αἰτίαν ἐκδιδάσκει, ἥτις ἀναδραμόντι σοι μικρὸν, μᾶλλον δὲ τὴν πᾶσαν διάνοιαν τῆς λέξεως ἐπιθεωρήσαντι δήλη ἔσται.

φησὶ τοίνυν ὁ Ψαλμὸς αὐτῷ δὴ τῷ προφητευομένῳ Χριστῷ καὶ ἀγαπητῷ τοῦ θεοῦ προσφωνῶν τὰ μικρῷ πρόσθεν ἐκτεθειμένα, ἐν οἷς εἴρητο ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”

σκέψαι τοιγαροῦν εἰ μὴ θεῷ ταῦτα προσεφωνεῖτο ἄντικρυς. σὺ γὰρ, φησὶν, ὁ θεός ἀντὶ τοῦ ὦ θεέ· ‟ ὁ θρόνος σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὑπάρχει, καὶ ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. καὶ ἐπεὶ σὺ αὐτὸς ὁ θεὸς ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν, διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου, καὶ Χριστόν σε παρὰ πάντας κατεστήσατο” λευκότερον δ’ ἑ τούτ’ ὢν ἡ Ἐβραίων παρίστησι γραφὴ, ἣν πρὸς ἀκρίβειαν ἑρμηνεύων ὁ Ἀκύλας ὧδέ πως ἐξέδωκεν εἰπών ‟ ὁ θρόνος σου, θεὲ, εἰς αἰῶνα καὶ ἔτι σκῆπτρον εὐθύτητος, σκῆπτρον βάσι λείας σου.

ἠγάπησας δίκαιον καὶ ἐμίσησας ἀσέβημα· ἐπὶ τούτῳ ἤλειψέ σε θεὲ ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου. ἀντὶ γοῦν τοῦ ‟ ὁ θεὸς ὁ θεός σου” αὐτὴ ἡ Ἑβραικὴ λέξις ‟ θεὲ, ὁ θεός σου” περιέχει, ἵνα ᾖ τὸ ὅλον ‟ ἠγάπησας, ὦ θεὲ, τὸ δίκαιον

v.3.p.257
καὶ ἐμίσησας τὸ ἀσέβημα· διόπερ ἐπὶ τούτῳ ἔχρισέ σε, ὦ θεὲ, ὁ ἀνωτάτω καὶ μείζων αὐτὸς ὁ καὶ σοῦ θεός, ὡς εἶναι καὶ τὸν χριόμενον καὶ τὸν χρίοντα πολὺ πρότερον, πάντων μὲν ὄντα θεὸν, καὶ αὐτοῦ δὲ διαφερόντως τοῦ χριομένου.

τοῦτο δὲ καὶ αὐτῇ ἐπιστήσαντι τῇ Ἑβραίᾳ γλώττῃ φανερὸν ἂν γένοιτο. ἐπὶ γὰρ τῆς πρώτης ἐπωνυμίας, καθ’ ἣν ὁ Ἀκύλας θρόνος σου, θεέ” ἡρμήνευσε, σαφῶς ἀντὶ τοῦ ὁ θεὸς θεέ εἰπὼν, τὸ Ἑβραϊκὸν ἐλωΐμ περιέχει. κἀνταῦθα δὲ ὁμοίως ἐπὶ τοῦ ‘διὰ τοῦτο ἔχρισέ σε, θεέ” τὸ ἐλωΐμ παρείληπται, ὅπερ τὴν ὢ θεέ κλητικὴν ἐδήλου πτῶσιν.

ἀντὶ δὲ τῆς ὀρθῆς καὶ εὐθείας τοῦ ὀνόματος, καθ’ ὃ εἴρηται ‟ διὰ διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός” τὸ Ἑβραικὸν ἐλωάχ περιέχει σφόδρα ἀπηκριβωμένως, ἵν ᾖ τὸ μὲν ἐλωΐμ κατὰ κλητικὴν πτῶσιν ἐξενηνεγμένον, δηλοῦν τὸ ὠ θεέ, τὸ δὲ ἐλωὰχ ὁ θεός σου κατὰ τὴν εὐθεῖαν· ὥστε ἀκριβῶς ἔχειν τὴν φήσασαν ἑρμηνείαν διὰ τοῦτο ἔχρισέ σε θεὲ ὁ θεός σου.”