Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδει- ξιν αὐταρκῶς μοι γεγυμνασμένων y ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι’ ὧν τὰ Ἰου- δαίων ἀσπασάμενοι λόγια τὸν κατ’ αὐτοὺς βίον παρῃ- τησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος ὡς αἶ προ- φητικαὶ παρ’ αὐτοῖς γραφαὶ προλαβοῦσαι τὸ μέλλον τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως έμνημό- ἐμνημόνευσαν, διὸ καὶ ὡς οἰκείων, ἀλλ’ οὐκ ἀλλοτρίων αὐ- τῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ’ αὐτὴν ἐμ- βάντα τὴν ὑπόθεσιν ἄρξασθαι τῶν ἐπηγγελμένων.

τίνα δὲ ἦν ταῦτα ἀλλ’ ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄμ θρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ’ Ἑβραίοις προφητῶν περὶ τῆς κατ’ αὐ- τὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀν- θρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις, ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ παρελάμβανον.