Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Παράδοξον ἴσως δόξειεν ἄν τισιν εἶναι τὸ μέλλον λέγεσθαι ὑφ’ ἡμῶν. τὸν γὰρ Χριστὸν οἱ θεοὶ εὐσεβέστατον ἀπεφήναντο καὶ ἀθάνατον γεγονότα, εὐφήμως τε αὐτοῦ μνημονεύουσι.” καὶ ὑποβὰς ἐπιλέγει ‘‘περὶ γοῦν τοῦ Χριστοῦ ἐρωτησάντων εἰ ἔστι θεὸς ἡ Ἑκάτη] φησὶν

  • ὅττι μὲν ἀθανάτη ψυχὴ μετὰ σῶμα προβαίνει
  • γιγνώσκεις, σοφίης δὲ τετμημένη αἰὲν ἀλᾶται·
  • ἀνέρος εὐσεβίῃ προφερεστάτου ἐστὶν ἐκείνη
  • ψυχή·
  • εὐσεβέστατον ἄρα ἔφη αὐτὸν καὶ τὴν ψυχὴν αὐτοῦ, καθάπερ καὶ τῶν ἄλλων, μετὰ θάνατον ἀπαθανατισθῆναι, ἣν σέβειν ἀγνοοῦντας τοὺς Χριστιανούς. ἐπερωτησάντων δὲ διὰ τί ἐκολάσθη ἔχρησεν
  • Σῶμα μὲν ἀδρανέσιν βασάνοις αἰεὶ προβέβληται·
  • ψυχὴ δ’ εὐσεβέων εἰς οὐράνιον πέδον ἵζει,”
  • καὶ ἐπιλέγει μετὰ τὸν χρησμὸν ἑξῆς ‘‘αὐτὁς οὖν εὐσεβὴς καὶ εἰς οὐρανοὺς, ὥσπερ οἱ εὐσεβεῖς, χωρή- σὰς. ὥστε τοῦτον μὲν οὐ βλασφημήσεις, ἐλεήσεις δὲ τῶν ἀνθρώπων τὴν ἄνοιαν.”

    Ταῦτα καὶ νῦν ὁ Πορφύριος. ἆρ’ οὖν ἀπατεὼν οὗτος; κἂν τὰ φίλα σε δυσωπείτω τῶν οἰκείων ῥήματα. ἔχεις τοιγαροῦν τὸν ἡμέτερον σωτῆρα

    v.3.p.201
    Ἰησοῦν, τὸν Χριστὸν τοῦ θεοῦ, καὶ παρὰ τοῖς σαυτοῦ ὡμολογημένον οὐ γόητα οὐδὲ φαρμακέα, ἀλλ’ εὐσεβῆ καὶ δικαιότατον καὶ σοφὸν καὶ οὐρανίων ἀψίδων οἰκήτορα.

    ὁ δὴ οὖν τοιοῦτος πῶς ἂν ἄλλως τῶν παραδόξων ἔργων γεγόνει ποιητὴς ἢ δυνάμει θείᾳ, ἣν καὶ τὰ ἱερὰ λόγια μαρτυροῦσιν αὐτῷ, θεοῦ λόγον καὶ θεοῦ δύναμιν τὴν ἀνωτάτω ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι, μᾶλλον δ’ ἐν αὐτῇ σαρκὶ καὶ σώματι κατοικῆσαι, καὶ πάσαν τὴν ἐν ἀνθρώποις οἰκονομίαν ἐπιτελέσαι μαρτυροῦντα;

    καὶ σὺ δ’ ἂν αὐτὸς καταμάθοις τὸ ἔνθεον τῆς περὶ αὐτοῦ δυνάμεως, εἰ λογίσαιο τίς ποτε ὢν ἄρα τὴν φύσιν καὶ πηλίκος ἄνδρας εὐτελεῖς ἐξ ἁλείας καὶ ταπεινοῦ βίου προσοικειωσάμενος, τούτοις κέχρηται διακόνοις ἐπὶ κατορθώσει πράγματος πάντα καλύπτοντος λόγον.

    διανοηθὶς γὰρ ὃ μηδεὶς πώποτε νόμους οἰκείους καὶ ξένην διδασκαλίαν εἰς πάντα κατασπεῖραι τὰ ἔθνη, καὶ παντὸς γένους ἀνθρώπων διδάσκαλον εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ ἑαυτὸν ἀποφῆναι, τοῖς πάντων ἀγροικοτάτοις καὶ εὐτελεστάτοις ἡγήσατο χρῆσθαι τῆς οἰκείας βουλῆς ὑπηρέταις, εἰκός τινα παραλογώτατα ταῦτα αὐτὸν πεποιηκέναι νομίσαι.

    πῶς γὰρ οἱ μηδὲ διᾶραι δυνάμενοι στόμα, κἂν ἑνός τινος διδάσκαλοι κατέστησαν, οὐχί γε ἀνδρῶν συλλόγου; πῶς δ’ ἂν πλήθει διειλέχθησαν οἶ πάσης ἐκτὸς γεγονότες παιδείας; ἀλλὰ τοῦτ’ ἦν ἄρα τὸ τῆς ἐνθέου βουλῆς καὶ τῆς ἐνεργούσης ἐν αὐτοῖς θείας δυνάμεως παραστατικόν. ἀνακαλέσας γοῦν αὐτοὺς τὰ μὲν πρῶτά φησι ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων.”

    ἐπειδὴ δὲ λοιπὸν αὐτοὺς [*](29 Marc. 1, 17.)

    v.3.p.202
    ἀκολούθους ἐκτήσατο, ἐμπνεύσας αὐτοῖς δυνάμεως θείας, μένους τε καὶ θάρσους ἐμπλήσας, καὶ δὴ οἷά τις ἀληθῶς θεοῦ λόγος καὶ αὐτὸς θεὸς, τηλικούτων θαυμάτων ποιητὴς, νοερῶν αὐτοὺς καὶ λογικῶν ψυχῶν θηρευτὰς ποιήσας, ἔργον τε ἐπιθεὶς τῇ φωνῇ τῇ ‟δεῦτε, ἀκολουθεῖτέ μοι, καὶ ὑμᾶς ἁλιεῖς ἀνθρώπων φησάσῃ, ὁμοῦ τε ἐργάτας καὶ διδασκάλους αὐτοὺς εὐσεβείας ἀπειργασμένους ἤδη καὶ εἰς πάντα τὰ ἔθνη διεπέμπετο, κήρυκας ἀναδεί- ξας τῆς αὑτοῦ διδασκαλίας.

    καὶ τίς οὐκ ἂν ἐξεπλάγη καὶ ἠπίστησεν ἂν εἰκότως τῷ παραδόξῳ τοῦ θαύματος, ὅτε μηδεὶς μὲν τῶν πώποτε ἐν ἀνθρώποις γενομένων διαφανῶν, μὴ βασιλεὺς, μὴ νομοθέτης, μὴ φιλόσοφος, μὴ Ἕλλην, μὴ βάρβαρος, τοιοῦτόν τι διανοηθεὶς ἱστορεῖται, ἀλλ’ οὐδ’ εἰς φαντασίαν ἐλθων τοῦ παραπλησίου ; ἀγαπητὸν γὰρ ἑκάστῳ ἣν, εἰ καὶ ἐπὶ μόνης τῆς οἰκείας γῆς τὸ οἰκεῖον ἐπάγγελμα συνεστήσατο, καὶ τοὺς καλῶς ἔχειν φανέντας νόμους κἂν ἐφ’ ἑνὸς τοῦ οἰκείου ἔθνους κρατῦναι οἶός τε ἦν· ὁ δὲ μηδὲν θνητὸν καὶ ἀνθρώπινον διανοηθεὶς ὅρα εἰ μὴ ὡς ἀληθῶς θεοῦ πάλιν προήκατο φωνὴν, αύτολεξεὶ φήσας τοῖς εὐτελεστάτοις ἐκείνοις αὐτοῦ μαθηταῖς “πορευθένες μαθητεύσατε πάντα τὰ ἔθνη.”

    καὶ πῶς, εἶπον ἂν οἱ μαθηταὶ τῷ διδασκάλῳ πάντως που ἀποκρινάμενοι, τοῦθ’ ἡμῖν ἔσται δυνατόν ; πῶς γὰρ Ῥωμαίοις, φέρε, κηρύξομεν; πῶς δὲ Αἰγυπτίοις διαλεχθησόμεθα; ποίᾳ δὲ χρησόμεθα λέξει πρὸς Ἕλληνας, ἄνδρες τῇ Σύρων ἐντραφέντες μόνῃ φωνῇ ;

    Πέρσας δὲ καὶ Ἀρμενίους, καὶ Χαλδαίους, καὶ Σκύθας, καὶ Ἰνδοὺς, καὶ εἴ τινα βαρβάρων γένοιτο [*](23 Matth. 28, 19.)

    v.3.p.203
    ἔθνη, πῶς πείσομεν τῶν μὲν πατρίων θεῶν ἀφίστα- σθαι, ἴνα δὲ τὸν πάντων δημιουργὸν σέβειν; ποίᾳ δὲ λόγων ἱκανότητι θαρσοῦντες ἐπὶ τοῦτο παρελευσόμεθα; ἢ τίς ἡμῖν ἐλπὶς ἔσται τοῦ κατορθώματος ἀντινομοθετεῖν τολμῶσι τοῖς πάντων ἐθνῶν περὶ τῶν οἰκείων θεῶν ἐξ αἰῶνος κειμένοις νόμοις; ἐπὶ ποίᾳ δὲ καὶ δυνάμει περιέσεσθαι ἔστι τοῦ τολμήματος ;

    ταῦτα ἢ φησάντων ἂν κατὰ τὸ εἰκὸς ἢ διανοηθέντων τῶν τοῦ Ἰησοῦ μαθητῶν, μιᾶς προσθήκῃ λέξεως αὐτοῖς ὁ διδάσκαλος λύσιν τῶν ἀπορηθέντων ὑπέθετο, φήσας κατόρθωσιν ἐν τῷ ὀνόματί μου· οὐ γὰρ δὴ ἀπλῶς καὶ ἀδιορίστως μαθητεῦσαι πάντα τὰ ἔθνη προσέταττεν, μετὰ προσθήκης δὲ ἀναγκαίας τῆς ἐν τῷ ὀνόματι αὐτοῦ.

    ἐπειδὴ γὰρ ἡ δύναμις τῆς αὐτοῦ προσηγορίας τοιαύτη τις ἦν ὡς φάναι τὸν ἀπόστολον “ὅτι δὴ ἐχαρίσατο αὐτῷ ὁ θεὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα 5 ἔνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθοωίων”, εἰκότως τῆς τοὺς πολλοὺς λανθανούσης ἐν τῷ ὀνόματι αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐμφαίνων, τοῖς αὐτοῦ μαθηταῖς ἔφησεν ‘‘πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου.’

    εἶτα καὶ θεσπίζει εὖ μάλα ἀκριβῶς τὸ μέλλον, εἰπών ‟δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν.’ ὁ δὲ λόγος εἴρητο μὲν ἐν γωνίᾳ γῆς τότε, καὶ οἶ παρόντες ἤκουον μόνοι. πῶς οὖν ἄρα πιστὸς ἦν αὐτοῖς τοῦτο λέγων, εἰ μὴ ἐξ ἑτέρων τῶν ὑπ’ αὐτοῦ πεπραγμένων ἐνθέων ἔργων τῆς ἐν τοῖς λόγοις ἀληθείας αὐτοῦ τὴν πεῖραν εἰλήφεσαν; ὅτι γὰρ ἐπίστευσαν λέγοντι συλλογιζομένῳ [*](16 Phil. 2, 9. 23 Matth. 24, 14.)

    v.3.p.204
    σοι ὁμολογεῖν ἀνάγκη.

    προστάξαντι γὰρ οὐδεὶς ἠπείθει, ἀλλὰ πειθαρχήσαντες αὐτοῦ τῷνεύματικατὰ τὰ παρηγγελμένα πᾶν γένος ἀνθρώπων ἐμαθήτευον, ἐκ τῆς οἰκείας γῆς ἐπὶ πάντα στειλάμενοι τὰ ἔθνη, ἐν ὀλίγῳ τε ἦν ἔργα θεωρῆσαι τοὺς λόγους. κεκή- ρυκτο γοῦν τὸ εὐαγγέλιον ἐν βραχεῖ χρόνῳ ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον τοῖς ἔθνεσι, καὶ βάρβα- ροι καὶ Ἕλληνες τὰς περὶ τοὐ Ἰησοῦ γραφὰς πατρίοις χαρακτῆρσιν καὶ πατρίῳ φωνῇ μετελάμβανον.

    καί- τοι τίς οὐκ ἂν ἀπορήσειεν εὐλόγως τίς ἦν ἄρα ὁ τῆς τῶν μαθητῶν τοῦ Ἰησοῦ διδασκαλίας τρόπος; ἆρα γὰρ εἰς μέσην παρελθόντες πόλιν, ἔπειτ’ ἐν ἀγορᾷ στάντες καὶ βοῇ μείζονι χρησάμενοι συνεκάλουν τοὺς παριόντας, κἄπειτα ἐδημηγόρουν; καὶ τίς ἦν ἄρα αὐ- τοῖς τῆς δημηγορίας ὁ λόγος, ᾧ πεπεῖσθαι εἰκὸς ἦν τοὺς ἀκροωμένους ; πῶς δὲ καὶ ἐδημηγόρουν ἄνδρες λόγων;ἄπειροι καὶ πάσης ἀμέτοχοι παιδείας;

    ἀλλὰ μὴν οὐ κατὰ πλῆθος, κατὰ μέρος δὲ τοῖς προστυ- χοῦσι διελέγοντο. τίσιν οὖν καὶ ὁποίοις ἐχρῶντο λό- γοις ἐπὶ πειθὼ τῶν ἀκουόντων, ἐπεὶ μηδὲ μικρὸς ἦν αὐτοῖς ὁ ἀγὼν, μὴ ἀρνουμένοις τὸν ἐπονείδιστον θάνατον τοῦ καταγγελλομένου ;

    εἰ μὲν γὰρ τοὐ- ’τον ἐπικρυψάμενοι, καὶ μὴ ὁμολογοῦντες εἰς πάντας οἷα καὶ ὁπόσα πέπονθεν ὑπὸ Ἰουδαίων, τὰ σεμνὰ μόνα καὶ ἔνδοξα προσεκόμιζον, (λέγω δὲ τὰς θαυμα- τουργίας καὶ τὰς παραδοξοποιίας αὐτοῦ τάς τε φι- λοσόφους διδασκαλίας αὐτοῦ) οὐδ’ οὕτως ἦν αὐτοῖς εὐχερὴς ὁ λόγος πρὸς τὸ ποιῆσαι ῥᾳδίως συγκαταθέ- σθαι τοὺς ἀκούοντας ξενοφωνουμένους ^ καὶ ἄρτι πρῶτον ἐπακούοντας καινῶν ῥημάτων ὑπ’ ἀνδρῶν οὐδὲν ἐπαγομένων ἀξιόπιστον εἰς τὴν τῶν λεγομένων μαρτυρίαν ’ πλὴν ἀλλ’ ἔδοξεν ἂν πιθανώτερον λέγε-

    v.3.p.205
    σθαι τὰ εἰρημένα.

    νῦν δὲ τοτὲ μὲν τὸν πρεσβευόμενον θεὸν ἐν ἀνθρώπου γεγονέναι σώματι, καὶ οὐδὲν ἄλλο τὴν φύσιν εἶναι ἢ θεοῦ λόγον, διὸ καὶ τοιαύτας τεραστίας δυνάμεις πεποιηκέναι οἶα θεόν· τοτὲ δὲ τούτοις ἐναντίως ὕβρεις αὐτὸν καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τέλος τὴν αἰσχίστην καὶ τοῖς πάντων ἀνθρώπων κακουργοτάτοις ἐπηρτημένην διὰ σταυροῦ τιμωρίαν 5 τίς οὐκ ἂν ὡς ἐναντία λεγόντων κατέπτυσεν εἰκότως;

    τίς δ’ οὕτως ἠλίθιος ὑπῆρχεν ὡς εὐχερῶς πιστεῦσαι λέγουσιν ἑωρακέναι μετὰ τὸν θάνατον ἐκ νεκρῶν ἀναβεβιωκότα, τὸν μηδὲ ὅτε ἐν ζῶσιν ἢν ἐπαμῦναι ἑαυτῷ δεδυνημένον; τίς δὲ τοῖς ἰδιώταις καὶ εὐτελέσιν ἐκείνοις ἐπείσθη ποτ’ ἂν λέγουσι χρῆναι τῶν μὲν πατρῴων θεῶν καταφρονῆσαι, καὶ μωρίαν μὲν τῶν ἐξ αἰῶνος καταγνῶναι πάντων, μόνοις δὲ αὑτοῖς πείθεσθαι καὶ τοῖς ὑπὸ τοῦ σταυρωθέντος παρηγγελμένοις ; τοῦτον γὰρ εἶναι τοῦ μόνου καὶ ἐπὶ πάντων θεοῦ μόνον ἀγαπητὸν καὶ μονογενῆ παῖδα.