Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πλάνοι δὲ ἄνδρες καὶ ἀπατεῶνες πῶς ἀγαπητὸν ἡγοῦντο τὸν ὑπὲρ ἑτέρου θάνατον, ὃν ἀκριβῶς πάντων μᾶλλον ἐγίνωσκον οὐδενὸς μὲν αὐτοῖς, ὡς ἂν φαίη τίς, γεγονότα παραίτιον ἀγαθοῦ, πάσης δὲ κακίας διδάσκαλον; ἀνὴρ μὲν γὰρ λογισμοῦ καὶ ἀρετῆς μέτοχος ὑπὲρ ἀγαθοῦ κατορθώματος κἂν εὐλόγως ποτὲ τὸν μετ’ εὐκλείας θάνατον ὑπομείνειεν, ὁ δὲ μοχθηρὸς τὸν τρόπον φιλοπαθής τις καὶ φιλήδονος ὢν, μόνην δὲ τὴν πρόσκαιρον ταυτηνὶ ζωὴν καὶ τὰς ἥατ’ αὐτὴν ἡδυπαθείας μεταδιώκων, διώκων, οὐκ ἄν ποτε ἕλοιτο πρὸ ζωῆς θάνατον, οὐδ’ ὑπὲρ οἰκείων καὶ φιλτάτων τιμωρίας ὑπομείνειε, μή τί γε ὑπὲρ τοῦ φαυλότητα κατεγνωσμένου.

πῶς οὖν οἱ τοῦ δηλουμένου μαθηταὶ, εἰ ἄρα πλάνος ἦν καὶ γόης, οὐκ ἀγνοοῦντες αὐτὸν τοιοῦτον, ἀλλὰ καὶ αὐτοὶ χείρονι μοχθηρίας τρόπῳ τὰς ψυχὰς ἐνεσχημένοι, ὑπέμενον πρὸς τῶν ὁμοεθνῶν πάσας αἰκίας

v.3.p.171
καὶ πᾶν τιμωριῶν εἶδος ὑπὲρ τῆς αὐτοῦ μαρτυρίας ἀναδέχεσθαι, οὐκ ὂν τοῦτο τῆς τῶν φαύλων οἰκεῖον φύσεως;

ἔτι δὲ καὶ τούτῳ πρόσσχες· εἰ δὴ καὶ αὐτοὶ πλάνοι καὶ ἀπατεῶνες ἐτύγχανον ^ πρόσθες δ’ ὅτι καὶ ἀπαίδευτοι καὶ παντελῶς ἰδιῶται, μᾶλλον δὲ ὅτι καὶ βάρβαροι, καὶ τῆς Σύρων οὐ πλέον ἐπαἰον- ἐπαίοντες φωνῆς, πῶς ἐπὶ πᾶσαν προῆλθον τὴν οἰκουμέ- οἰκουμένην; ἢ ποίᾳ τοῦτο διανοίᾳ ἐφαντάσθησαν τολμῆσαι; ποίᾳ δὲ δυνάμει τὸ ἐπιχειρηθὲν κατώρθωσαν;

ἔστω γὰρ ἐπὶ τῆς οἰκείας γῆς καλινδουμένους ἀγροί- κους ἄνδρας πλανᾶν καὶ πλανᾶσθαι, καὶ μὴ ἐφ’ ἡσυ- Χίας βάλλεσθαι τὸ πρᾶγμα· κηρύττειν δ’ εἰς πάντας τὸ τοῦ Ἰησοῦ ὄνομα, καὶ τὰς παραδόξους πράξεις αὐ- τοῦκατά τε ἀγροὺς καὶ κατὰ πόλιν διδάσκειν, καὶ τοὺς μὲν αὐτῶν τὴν Ρωμαίων ἀρχὴν καὶ αὐτήν τε τὴν βα- σιλικωτάτην πόλιν νείμασθαι, τοὺς δὲ τὴν Περσῶν, τοὺς δὲ τὴν Ἀρμενίων, ἑτέρους δὲ τὸ Παρθῶν ἔθνος, καὶαὖ πάλιν τὸ Σκυθῶν,τινὰς δὲ ἤδη καὶ ἐπ’ αὐτὰτῆς οἰκουμένης ἐλθεῖν τὰ ἄκρα, ἐπί τε τὴν Ἰνδῶν φθά- ’σαι χώραν, καὶ ἑτέρους ὑπὲρ τὸν Ὠκεανὸν παρελθεῖν ἐπὶ τὰς καλουμένας Βρεττανικὰς νήσους, ταῦτα οὐκ ἔτ’ ἔγωγε ἡγοῦμαι κατὰ ἄνθρωπον εἷναι, μή τί γε κατὰ εὐτελεῖς καὶ ἰδιώτας, πολλοῦ δεῖ κατὰ πλάνους καὶ γόητας.

οἶ δὲ διδασκάλου φαύλου καὶ δια- στροφέως πεπειραμένοι, καὶ τούτου τὴν ἔκβασιν τῆς τελευτῆς καθεωρακότες, ποίοις ἄρα λόγοις ἐχρήσαντο πρὸς ἀλλήλους εἰς τὸ σύμφωνα περὶ αὐτοῦ πλάσα- σθαι; ἐξ ἑνὸς γὰρ στόματος οἶ πάντες καὶ λεπρῶν καθάρσεις, καὶ δαιμόνων ἀπελάσεις, νεκρῶν τε ἀνα- βιώσεις, πηρῶν τε ἀναβλέψεις, καὶ μυρίας ἄλλας νο- σούντων ἰάσεις πρὸς αὐτοῦ γενέσθαι ἐμαρτύρησαν, καὶ ἐπὶ πᾶσιν, τὴν αὐτοῦ μετὰ τὸν θάνατον ἀναβίω-

v.3.p.172
σιν πρώτοις αὐτοῖς ἑωραμένην.

ταῦτα γὰρ μὴ γενόμενα μηδ’ ἀκουσθέντα πω κατὰ τοὺς αὐτῶν χρόνους πῶς ἐξ ἑνὸς στόματος ἐμαρτύρουν γεγονέναι, μέχρι καὶ θανάτου πιστούμενοι τὴν ὁμολογίαν, ἢ μή ποτε ἄρα συνελθόντες συνωμοσίαν τε κατὰ τὸ αὐτὸ πεποιημένοι συνθήκας ἔθειτο πρὸς ἀλλήλους πλάσασθαι καὶ καταψεύσασθαι τῶν μὴ γεγονότων;·

καὶ ποίοις ἄρα πιθανὸν εἰπεῖν χρήσασθαι αὐτοὺς λόγοις ἐπὶ ταῖς συνθήκαις ἢ μή ποτε τοῖς τοιοῖσδε “Ἄνδρες “φίλοι, τὸν μὲν δὴ χθὲς καὶ πρώην ἀπατεῶνα καὶ “πλάνης διδάσκαλον ὑπ’ ὀφθαλμοῖς ἁπάντων ἡμῶν “τὴν ἐσχάτην ὑπομείναντα τιμωρίαν, ὅστις ποτὲ “πάντων ἡμεῖς μάλιστα ἀκριβῶς ἴσμεν, οἷα μύσται “τῶν ἀπορρήτων αὐτοῦ γεγενημένοι· σεμνὸς μέν τις “ τοῖς πολλοῖς ἐφαντάζετο, καί τι πλέον ἔχειν παρὰ ‘‘τοὺς πολλοὺς ἐφρόνει, οὐδὲν δὲ μέγα οὐδὲ τῆς ἀναστάσεως ἄξιον ἐπήγετο, εἰ μή τις τὸ δολερὸν καὶ ‘ὕπουλον λέγοι τοῦ τρόπου, καὶ τὸ διάστροφα διδάξαι “ἡμᾶς αὐτοὺς τόν τε δι’ ἀπάτης τῦφον·

ἀνθ’ ὧν, ‘‘φέρε, δεξιὰς δόντες ἀλλήλοις, ὁμοῦ πάντες συνθώμεθα περὶ αὐτοῦ σύμφωνον ἐξενεγκεῖν εἰς πάντας “ἀνθρώπους πλάνην, καὶ λέγωμεν ἑωρακέναι αὐτὸν τυφλοῖς τὸ βλέψιν κεχαρισμένον, ὃ οὐδείς ποθ’ ἡμῶν ἱστόρησε· καὶ κωφοῖς τὴν ἀκοὴν παρασχεῖν, ὃ οὐδείς ποθ’ ἡμῶν ἤκουσεν· λεπρούς τε καθαρίσαι “καὶ νεκροὺς ἐγεῖραι. καὶ συλλήβδην εἰπεῖν, ἃ μήτε ‘‘εἴδομεν πρὸς αὐτοῦ πραχθέντα μήτε ἠκούσαμεν “λεχθέντα, ταῦτα ὡς ἀληθῶς πεπραγμένα διατεινώ- “μεθα

ἀλλ’ ἐπεὶ καὶ ἡ ἐσχάτη αὐτοῦ τελευτὴ “περιβόητον ἔσχε καὶ διαφανῆ τὸν θάνατον, ὡς μὴ “δύνασθαι αὐτὸν ἐπικρύψασθαι, ἀλλὰ καὶ τοῦτον “ἡμεῖς ἀδιατρέπτως ἐπιλυώμεθα, μαρτυροῦντες εὖ

v.3.p.173
“ μάλα ἀναιδῶς ὅτι δὴ πᾶσιν ἡμῖν μετὰ τὸ ἐκ νεκρῶν “ ἀναβιῶσαι συνεγένετο, ἑστίας τε καὶ τροφῆς συνή- “ θους ἐκοινώνησε. ΛΓ. φυλαττέσθω δ’ ἡμῖν πᾶσι τὸ “ ἀναιδὲς καὶ ἀδιάτρεπτον ^ μενέτω δὲ ἡ ἔκστασις μἐ- “XQL θανάτου ’ τί γὰρ καὶ ἄτοπον ὑπὲρ τοῦ μηδενὸς “ ἀποθνήσκειν ; τί δὲ καὶ λυπεῖ μηδενὸς εὐλόγου χά- “ ῥὶν μάστιγας καὶ βασάνους κατὰ τοῦ σώματος [λα- “ SLv], εἰ δὲ δέοι καὶ δεσμωτηρίων πειρᾶσθαι, ἀτι- “ μιῶν τε καὶ ὕβρεων ὑπὲρ οὐδενὸς ἀληθοῦς, καὶ τοῦθ’ ἡμῖν ἤδη μεμελετήσθω.’