Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Σαφῶς γὰρ τὰ ἄλογα θρέμματα καὶ τοὺς προκαταλελειμμένους θῆρας οὐδὲ ἄλλους εἶναι τῶν ἐθνῶν, τοῦ θηριώδους ἕνεκα τρόπου, ὧν ἐθνῶν ἄρξειν φησὶν τὸν ἀνιστάμενον ἐκ σπέρματος Ἰεσσαὶ, ἀφ’ οὗ δὴ ὁ σωτὴρ καὶ κύριος ἡμῶν γενεαλογεῖται, ἐφ’ ὃν τὰ εἰς αὐτὸν πιστεύοντα ἔθνη εἰσέτι νῦν ἐλπίζει, συμφώνως τῇ προρρήσει καὶ έσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι.”

τοῦτο δὴ παράθες τοῖς παρὰ Μωσεῖ φερομένοις διαστέλλων, καὶ τὸ μὲν ‟ἔσται ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν ” ἐφάρμοσον τῷ ‟ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν·” καὶ τὸ ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσι” τῷ ‟καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν.”

τί γὰρ διαφέρει φάσκειν ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν” ἢ ‟αὐτὸς ἔσται προσδοκία ἐθνῶν;” πάλιν δ’ ὁ αὐτὸς Ἡσαΐας περὶ τοῦ Χριστοῦ ταῦτα προφητεύει ‟ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.” καὶ ἐπιφέρει ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”

[*](4 Es. 11, 16. 27 Es. 42, 1. Matth. 12, 18.)
v.3.p.150

Ἤδη δεύτερον ἐν τούτοις ὁ προφήτης τὸ ἐπὶ τῷ Χριστῷ τὰ ἔθνη ἐλπίσειν τίθεται, ἀνώτερον εἰπὼν πὼν ‟ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν, ἐνταῦθα δὲ ‟καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.” λέλεκται δὲ καὶ τό Δαβὶδ ὡς ἄρα ἐκ τοῦ καρποῦ τῆς κοιλίας αὐτοῦ ἀναστήσεταί τις, περὶ οὗ ἐξῆς φησιν ὁ θεὸς ‟αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἷ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν.”

καὶ περὶ τούτου δὲ πάλιν εἴρηται ‟καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἴως καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.” καὶ αὖθις ‟πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῶ, καὶ ἐνευλογηθήσονται ἐν σὸὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς.” καὶ τόπος δέ τις πάλιν ἀφωρισμένος τῆς τοῦ προφητευμένου γενέσεως θεσπίζεται ὑπὸ Μιχαίου λέγοντος ‟καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ όλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραὴλ. καὶ αἶ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος.”

ὡμολόγηται δὲ παρὰ τοῖς πᾶσιν ὅτι ἐν Βηθλεὲμ ἐγεννήθη Ἰησοῦς ὁ Χριστὸς, ὡς καὶ σπήλαιον δείκνυσθαι πρὸς τῶν ἐπιχωρίων αὐτόθι τοῖς ἐπὶ θέαν ἀπὸ τῆς ἀλλοδαπῆς ἀφικνουμένοις.

καὶ ὁ μὲν τόπος οὗτος, ἔνθα γεγεννῆσθαι ἔμελλεν, προείρητο· τῆς δὲ γενέσεως αὐτοῦ τὸ θαῦμα ποτὲ μὲν δι’ αἰνιγμάτων, ποτὲ δὲ καὶ λευκότερον ὁ Ἠσαίας παρίστησι· δι’ αἰνιγμάτων μὲν, ὅταν λέγῃ ‟κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν, καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ.”

ἀνθ’ οὗ ὁ μὲν [*](5 Ps. 131, 11. 6 Ps. 88, 26. 9 Ps. 71, 8. 11 Ps. 71, 11. Ps. 71, 17. 15 Mich. 5, 2. Matth. 2, 6. 27 Es. 53, 1.)

v.3.p.151
Ἀκύλας ἡρμήνευσεν οὕτως ‟καὶ ἀναρρηθήσεται ὡς τιθιζόμενον εἰς πρόσωπον αὐτοῦ, καὶ ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου.” ὁ δὲ Θεοδοτίων ‟καὶ ἀναβήσεται.” θηλάζον ἐνώπιον αὐτοῦ, καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ.

Διὰ γὰρ τούτων μνημονεύσας ὁ προφήτης τοῦ βραχίονος τοῦ κυρίου, ὃς ἦν ὁ τοῦ θεοῦ λόγος, ἐνώπιον αὐτοῦ, φησὶν, ἀνηγγείλαμεν ὡς παιδίον θηλάζον καὶ τιθιζόμένον, καὶ ὡς ῥίζαν ἀπὸ γῆς ἀβάτου. τὸ μὲν οὖν παιδίον τὸ τιθιζόμενον καὶ θηλάζον ἄντικρυς τὴν γένεσιν τοῦ Χριστοῦ δηλοῖ, ἡ δὲ γῆ ἡ ἄβατος καὶ διψῶσα τὴν ἀποκυήσασαν αὐτὸν παρθένον, ᾗ οὐδεὶς ἀνὴρ ἐπιβέβηκεν, ἀφ’ ἧς καίπερ ἀβάτου τυγχανούσης προῆλθεν ἡ εὐλογημένη ῥίζα, καὶ τὸ τιθιζόμενον καὶ θηλάζον παιδίον.

ἀλλὰ ταῦτα μὲν ἐπεσκιασμένως ᾐνίξατο· γυμνότερον δὲ ὁ αὐτὸς ἑρμηνεύει προφήτης τὴν διάνοιαν ἐπὰν λέγῃ ‟ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ μεθ’ ἡμῶν ὁ θεός.” τοῦτο γὰρ ἑρμηνεύει τὸ Ἐμμανουήλ.

Τοιαῦτα περὶ τῆς εἰς ἀνθρώπους γενέσεως τοῦ Χριστοῦ πάλαι πρότερον παρ’ Ἑβραίοις ἐμελετᾶτο. μή τι οὖν ἐπίδοξόν τινα δυνάστην, ἢ τύραννον, ἤ τινα ἄλλως τῶν τὰ μεγάλα κατὰ τὸν βίον δυναμένων, τὸν προφητευόμενον ὑπογράφουσιν; οὐκ ἔστιν εἰπεῖν, ὅτι μηδὲ ἐφάνη τοιοῦτος.

ἀλλ’ οἷος ἐφάνη τῷ βίῳ, τοιοῦτον αὐτὸν καὶ ἐθέσπισαν ἔσεσθαι, τῆς ἀληθείας κατ’ οὐδὲν ἀπολελειμμένοι. εἰπὼν δ’ οὖν ὁ Ἡσαΐας ‟ἀνηγγειλαμεν ἐνώπιον αὐτοῦ, παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἐξῆς συνάπτει λέγων ‟οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν [*](16 Es. 7, 14. Matth. 1, 23. 28 Es. 53, 2.)

v.3.p.152
αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος. καὶ ἦν τὸ c εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη.”

‟Τί οὖν λείπεται ἐπὶ τούτοις; εἰ γὰρ προεῖπον αὐτοῦ φυλὴν καὶ γένος, καὶ τρόπον γενέσεως, καὶ τῆς παρθένου τὸ θαῦμα, καὶ βίου τρόπον, ἀκόλουθον ἦν ἑξῆς μηδὲ τὴν τελευτὴν ἀποσιωπῆσαι αὐτοῦ. τί οὖν καὶ περὶ ταύτης Ἠσαίας θεσπίζει;

‟ἄνθρωπος φησὶν) ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὕτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται. καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν.

πάντες ὡς πρόβατα ἐπλανήθημεν, καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν, καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἔναντι τοῦ κείροντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα· τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·” καὶ τὰ λοιπά.

σημαίνει δὲ διὰ τούτων ὡς ἄρα ὁ Χριστὸς ἐκτὸς πάσης ὑπάρχων πλημμελείας τὰς ὑπὲρ ἀνθρώπων ἁμαρτίας εἰς ἑαυτὸν ἀναδέξεται. διὸ καὶ πείσεται τὰ τῶν ἡμαρτηκότων καὶ ὑπὲρ ἡμῶν ὀδυνηθήσεται, ἀλλ’ οὐχ ὑπὲρ ἑαυτοῦ.

εἰ δὲ καὶ τραυματισθήσεται λόγοις βλασφήμοις βαλλόμενος, καὶ τοῦτ’ ἔργον ἔσται τῶν ἡμετέρων ἁμαρτιῶν· ἐπεὶ καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅπως ἡμεῖς, ἀνειληφότος αὐτοῦ τὰ ἡμέτερα ἀμπλακήματα καὶ τὰ

v.3.p.153
τῆς ἡμετέρας κακίας τραύματα, τῷ μώλωπι αὐτοῦ ἰαθῶμεν. καὶ τὰ μὲν αἴτια ὧν παρ’ ἀνθρώποις πεισεται ὁ ἀναμάρτητος ταῦτα ἦν· Ἰουδαίων δὲ τῶν τὸν θάνατον αὐτῶ συσκευασαμένων οὐδὲν ὑπιδόμενος ὁ θαυμάσιος προφήτης διαρρήδην ἀπελέγχει, καὶ τοῦτο ἄντικρυς σχετλιάζων καὶ λέγων ‟ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον.”

Εἶτ᾿ ἐπεὶ παραχρῆμα καὶ οὐκ εἰς μακρὰν μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος πολιορκηθέντας ὑπὸ Ῥωμαίων, οὐδὲ τοῦτο παριδὼν ἐπιλέγει ‟καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ.”

Ἤρκει μὲν οὖν ἐπὶ τούτοις ἐπιγράψαι τὴν προφητείαν, εἰ μηδέν τι πλέον ἔσεσθαι μετὰ τὴν τοῦ Χριστοῦ τελευτὴν ἑώρα· ἐπεὶ δὲ ὅσον οὔπω ἔμελλε μετὰ τὴν τελευτὴν ἢ μετὰ τὴν ταφὴν παλινοστεῖν καὶ ἀναβιοῦν, ἔτι περὶ αὐτοῦ καὶ ταῦτα προστίθησιν, ἑξῆς ἐπιλέγων ‟καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον. καὶ βούλεται κύριος ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς.”

Ἀνώτερον εἰπὼν ‟“ ‟ἄνθρωπος ἐν πληγῇ καὶ εἰδὼς φέρειν μαλακίαν, νῦν μετὰ τὸν θάνατον αὐτοῦ καὶ τὴν ταφὴν, κύριος, φησὶ, βούλεται καθαρίσαι αὐτὸν τῆς πληγῆς.” καὶ πῶς ἔσται; ‟ἐὰν δῶτε φησὶ) περὶ ἁμαρτίας, ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον.”