Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξει κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας. ”

σαφῶς καὶ ταῦτα κλῆσιν ἀπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλῂμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας.

  • ι . ᾿Απὸ τοῦ
  • Δήλωσις τῆς τῶν ἀποστόλων ἐκλογῆς καὶ τῆς τῶν ἐθνῶν κλήσεως.

    Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζα- βουλὼν, ἡ γῆ Νεφθαλείμ, καὶ οἶ λοιποὶ οἱ τὴν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ [*](5 Zach. 14, 16. 26 Es. 9, 1.)

    v.3.p.80
    κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ’ ὑμᾶς.”

  • ία . ᾿Απὸ τοῦ
  • Τῆς τῶν ἐθνῶν κλήσεως δήλωσις.
  • “ ’Aκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος.’ οἶς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.”

    Μυρία δ’ ἂν εὕροις καὶ αὐτὸς δι’ ὅλων τῶν προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρὸς, πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστήσαι τὸ προκείμενον.

    τοῦτο δ’ ἦν τοῖς ἐκ περιτομῆς μέγα ἐφ’ ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγε- λιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν. ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι’ οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλήσεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην.

    τίς δ’ ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι’ οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ’ ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς [*](5 Es. 49, 1 et 6.)

    v.3.p.81
    ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος. χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πασης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι.