Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Πρῶτον οὑν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν b χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ’ ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.

στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἓλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνε δεδηλωμένα.

πῶς δ’ ὑφ’ ἕν καὶ κατὰ τὸ αὐτὸ ἐπὶ τῆς τοῦ Χριστοῦ πασουσίας λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας θεσπίζουσιν οἱ ἱεροὶ λόγοι κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. τέως δὲ ἐπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὂσων προφητειῶν ἀναλεξάμενοι.

ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν

v.3.p.75
εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προüπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας.

  • ἁ. ’ Απὸ τῆς Γενέσεως.
  • Ὡς εὐλογηθήσονται τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ προσηγορίας.

    “‘Ο δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ · καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς.”

    Κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμὸς, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων τῶν εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ’ ἡμὰς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.

    ὅτι δ’ οὐχ οἷόν τε ἦν κατὰ τὴν Μώσεως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον.

    ἐν ταὐτῷ δὲ συστήσαντες ὅτι μόνοις τοῖς διὰ Χριστοῦ ἐξ ἀπάντων τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ’ ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν.

    v.3.p.76
  • β. Ἀπὸ τῆς αὐτῆς.
  • Ὠς εὐλογηθήσονται πάντα τὰ ἔθνη τῆς γῆς, ἐπὶ τῷ προελευ- σομένῳ ἐκ διαδοχῆς τοῦ Ἰσαὰμ σπέρματι.

    Ὁ δὲ κύριος τῷ Ἰσαὰμ χρηματίζων μεθ’ ἕτερα καὶ ταῦτά φησιν “καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς.”

    Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαακ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι’ αὐτοῦ τὸν τῶν ὅλων θεὸν, καὶ παιδευθέντα πάλιν δι’ αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται τῆς ἴσης τοῖς ὑπ’ αὐτῶν εὐλογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον οἱ εὐλογοῦντές σε εὐλόγηνται.”

  • γ’. Ἀπὸ τῆς αὐτῆς.
  • Περὶ πλείστων ἐθνῶν καὶ συναγωγῶν ἐθνῶν τῶν ἐξ Ἰακὼβ συστησομένων, καίτοι μόνου τοῦ Ἰουδαίων ἔθνους ἐξ αὐτοῦ προεληλυθότος.

    Εἶπεν δὲ αὐτῷ ὁ θεὸς, δῆλον δὲ ὅτι τῷ Ἰακὼβ, “ ἐγὼ κύριος ὁ θεὸς, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἒσονται.”

    Κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὑν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ [*](5 Gen. 26, 3. 24 Gen. 35, 11.)

    v.3.p.77
    συνεκρότησεν διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι’ αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται.

  • δ’ ᾿Απὸ τοῦ Δευτερονμίου.
  • Δήλωσις τῆς κατὰ θεὸν εὐφροσύνης τῶν ἐθνῶν.

    “Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοῦς πάντες ἄγγελοι θεοῦ. ’’ ἀντὶ δὲ τοῦ “ εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ’’ ὁ ᾿Αχύλας ‘‘ἐνοπή- σατε ’’ φησὶν ‘‘ ἔθνη λαὸς αὐτοῦ. ” καὶ Θεοδοτίων “ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ.”

  • ε΄ . ᾿Απὸ τοῦ ψαλμοῦ
  • ‘Ως τῶν περάτων τῆς γῆς καὶ τῶν ἐθνῶν ἀπάντων ἐπιστροφὴ έσται πρὸς ’τον θέον, γένεα τε ἡ ἥξουσα, καὶ λᾶος ὁ τεχθησόμενος τὴν αὐτοῦ δικαιοσύνην παραλήψεται.

    “ Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἶ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν.”

    καὶ ἑξῆς ἐπιλέγει. “ ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος.” σαφῆ ταῦτα, οὐδ’ ἑρμηνείας δεόμενα.

  • ς΄. ᾿Απὸ τοῦ ψαλμοῦ
  • Εὐσεβείας ὁμοῦ καὶ σωφροσύνης ἀπαγγελία τοῖς ἔθνεσι, καὶ θεοῦ βασιλεία ἐπὶ τὰ ἔθνη.

    Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλά- [*](6 Deut. 32, 4.3. 17 Ps. 21, 27. 28 Ps. 46, 1.)

    v.3.p.78
    ξατε τῷ θεῶ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὐψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.’

    καὶ ἑξῆς ἐπιλέγει “ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεὸς, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ ᾿Αβραάμ. ” καὶ ταῦτα σαφῆ καὶ οὐδ’ ἑρμηνείας δεόμενα.

  • ζ΄. ψαλμοῦ πέ.
  • Δήλωσις εὐσεβείας τῶν ἐθνῶν.
  • “ Οὐκ ἔστιν ὅμοιός σοι ἐνθέοις, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου. πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἰ σὺ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος.” ὁμοίως καὶ ταῦτα σαφῆ. ἡ. ψαλμοῦ ἦε.

    Δήλωσις πάντων τῶν ἐθνῶν εὐσεβείας καὶ ᾄσματος καινοῦ, καὶ βασιλείας θεοῦ, καὶ οἰκουμένης κατόρθωσις.

    “Ἄισατε τῷ κυρίῳ ᾆσμα καινὸν, ᾄσατε κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.’

    καὶ ἐπιλέγει “ ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν· ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ. καὶ ἑξῆς “ εἴπατε έν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην.

    [*](10 Ps. 85, 8. 19 Ps. 95, 1.)
    v.3.p.79
  • θ’. ᾿Απὸ τοὕ
  • Πάντων τῶν ἐθνῶν, καὶ τῶν παρὰ πάντας δεισιδαιμονεστάτων Αἰγυπτίων, τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ καὶ τῆς κατὰ τὸν θεῖον νόμον πνευματικῆς λατρείας τε καὶ ἑορτῆς ἐπίγνωσις.

    “ Καὶ ἔσται, ὅσοι ἄν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, ἀναβήσονται κατ’ ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι 5 καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ, προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται.