Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Καὶ παρέσται κύριος ὁ θεός μου, καὶ πάν τες οἱ ἅγιοι μετ’ αὐτοῦ. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ οὐκ ἔσται φῶς, καὶ ψῦχος καὶ πάγος ἔσται μίαν ἡμέραν. καὶ ἡ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται φῶς. καὶ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, τὸ ἥμισυ [*](23 Zach. U, 6.)

v.3.p.656
αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἠμὶ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. ἐν θέρει καὶ ἐν ἔαρι ἔσται οὕτως. καὶ ἔσται κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν. ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἒν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον.”

Καὶ ταῦτα ἐπὶ τῆς παρουσίας τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο, ἣν ἐποιήσατο, ἤτοι μετὰ τῶν ἱερῶν ἀποστόλων αὑτοῦ καὶ μαθητῶν, ἢ μετὰ τῶν ἀγίων αὑτοῦ, θείων τινῶν δυνάμεων καὶ ἀσωμάτων πνευ μάτων, ἀγγέλων τε καὶ λειτουργῶν αὑτοῦ, περὶ ὧν εἴρηται ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ὅτι “ προσῆλθον αὐτῷ ἄγγελοι καὶ διηκόνουν αὐτῷ.”

κατὰ δὲ τὴν ἡμέραν ἐκείνην, οὕτω δὲ φίλον ἀποκαλεῖν τῇ ἱερᾷ γραφῇ πάντα τὸν χρόνον τῆς ἐν ἀνθρώποις αὐτοῦ διατριβῆς) ἐπληροῦτο μετὰ τῶν ἄλλων προρρήσεων καὶ τὰ ἐν χερσὶ τεθεσπισμένα, ὁπηνίκα παρὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν ‘‘ἀπὸ ὥρας ἕκτης σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἴως ὥρας ἐνάτης.” διό φησιν ἡ προφητεία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκ ἔσται φῶς. ” καὶ πάλιν “ καὶ οὐχ ἡμέρα καὶ οὐ νὺξ τὸ πρὸς ἑσπέραν ἔσται ”

δι’ ὧν λευκότατα ἡγοῦμαι τὴν τοῦ καιροῦ κατάστασιν, ἐν ᾧ τοῦ σωτῆρος ἀνυψωθέντος καὶ ἡμέρας οὔσης νὺξ ἀπὸ ὥρας ἕκτης τὸ περιέχον συνέσχε μέχρι τῆς ἐνάτης, μεθ’ ἣν αὖθις τοῦ σκότους διαλείποντος ἡμέρα καὶ φῶς ἐγίνετο, μεθ’ ἃ πάλιν συνήθως ἡ νὺξ κατελάμβανεν. ἅπερ ὁ τῆς προφητείας λόγος ᾐνίττετο φάσκων “ καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ κυρίῳ, καὶ οὐχ ἡ μέρα καὶ οὐ νὺξ τὸ πρὸς ἐσπέραν ἔσται φῶς.”

οὐχ ἡμέρα μὲν γὰρ ἦν [*](2 Matth. 4, 11.)

v.3.p.657
διὰ τὸ μεσημβρινὸν σκότος· καὶ πάλιν οὐ νὺξ διὰ τὴν ἐπικαταλαβοῦσαν ἡμέραν, ἣν παρέστησεν ἐπιση- μηνάμενος διὰ τοῦ φάναι τὸ “ πρὸς ἑσπέραν ἔσται ” τίς δ’ οὐκ ἂν θαυμάσειε καὶ τῆς χειμαδίου ὥρας τὴν μνήμην ; ἣν καὶ αὐτὴν ἐθέσπισεν ὁ λόγος φήσας “ καὶ ψῦχος καὶ πάγος ἔσται·” ὁ καὶ αὐτὸ ἡ τοῦ μαρτυρία συνίστησιν, ὁπηνίκα ὁ Πέτρος ἀκολουθῶν λουθῶν τῷ Ἰησοῦ, περιαψάντων πυρὰν ἐν τῇ αὐλῇ τοῦ Καϊάφα, μετὰ τῶν ἄλλων ἐθερμαίνετο.

ὁ γοῦν Ἰωάννης ἄντικρυς καὶ τοῦ ψύχους ἐμνημόνευσεν εἰπὼν “ εἱστήκεισαν οἶ δοῦλοι καὶ οἶ ὑπηρέται ἀνθρακιὰν πεποιηκότες, ὅτι ψῦχος ἦν, καὶ ἐθερμαίνοντο.

καὶ πρὸς μὲν τὴν λέξιν τοιούτου τέλους ἐτύγχανε τὰ προηγορευμένα, πρὸς δὲ διάνοιαν τὸ πᾶν Ἰουδαίων δαίων ἔθνος, τοῦ σωτηρίου φωτὸς αὐτοῖς ἐπιλάμψαντος, αὐτῶν τε μᾶλλον τὸ σκότος ἢ τὸ φῶς ἑλομένων, τοῦθ’ ὅπερ καὶ εἵλοντο μετῆλθεν αὐτοὺς, ἀναχωρήσαντος μὲν αὐτῶν τοῦ φωτὸς, διαλαβούσης δὲ αὐτοὺς νυκτὸς ἀφεγγοῦς, σκοτισθείσης αὐτῶν τῆς διανοίας, πρὸς τὸ μὴ διαυγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου ἐν ταῖς καρδίαις αὐτῶν, ἀλλὰ καὶ ψυγείσης τῆς πρὸς τὸν θεὸν ἀγάπης αὐτῶν, τὰ σύμβολα τούτων εἰκότως ἐτελεῖτο, ἐπληροῦτό τε ἑξῆς τὰ τῆς προρρήσεως, κατὰ τὴν τοιάνδε τῆς σωτηρίου ἐπιφανείας ἡμέραν ὕδατος ζῶντος ἐξελθόντος ἐξ Ἱερουσαλὴμ, εἰς πάντα τὰ ἔθνη προελθόντος τοῦ γονίμου καὶ ζωτικοῦ λόγου τῆς εὐαγγελικῆς διδασκαλίας, ἀρξαμένου μὲν ἀπὸ τῆς Ἰουκαίας, καὶ ἐξ αὐτῆς γε τῆς Ἱερουσαλὴμ, διαδοθέντος δὲ εἰς πᾶσαν τὴν γῆν, καὶ εἰς πάντα τὰ τῆς οἰκουμένης μένῃς πέρατα.

τούτου δὲ τοῦ ὕδατος καὶ αὐτὸς [*](11 Jo. 18, 18.)

v.3.p.658
ὁ σωτὴρ καὶ κύριος ἡμῶν μνημονεύει λέγων πρὸς τὴν Σαμαρεῖτιν, “εἰ ᾔδεις τίς έστὶν ὁ αἰτῶν δε πιεῖν, σὺ ἅν ᾔτησας αὐτὸν, καὶ ἕδωκεν ἄν σοι ὕδωρ ζῶν.” ὅση δὲ τοῖς ἀπογευσαμένοις τοῦ ζῶντος καὶ λογικοῦ νάματος ὑπῆρξεν ώφέλεια παρίστησιν ἑξπῆς διδάσκων ὡς οἱ πιόντες αὐτοῦ, τοὺς πάλαι πολλοὺς βασιλεύσαντας αὐτῶν δαίμονας πονηροὺς ἀπαρνησάμενοι, τὸν ἕνα κύριον καὶ βασιλέα σφῶν αὐτῶν ὁμολογήσουσι, καὶ ὡς ὁ κύριος ὁ μόνοις τὸ πρὶν Ἑβραίοις γνωριξόμενος γενήσεται βασιλεὺς πάντων τῶν εἰς αὐτὸν ἐξ ἁπάσης τῆς γῆς πιστευσάντων ἐθνῶν, καὶ τὸ ὅνομα αὐτοῦ ἕν ἕσται, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἕρημον.

ὅ καὶ αὐτὸ τίς ούκ ἄν ὁρῶν έκπλαγείη; ἀπὸ γοῦν τῆς Χριστοῦ προσηγορίας, (αύτὸς δὲ ἦν ὁ Χριστὸς ὁ κύριος) τὸ τῶν Χριστιανῶν ὅνομα πάντα τόπον καὶ πόλιν καὶ χώραν καὶ αὐτά γε τὰ ἐν ταῖς ἐρήμοις καὶ ταῖς ἐσχατιαῖς τῆς γῆς οἰκοῦντα ἕθνη περιεκύκλωσε τοῖς τῆς προφητείας ἀκολούθως θεσπίσμασιν.

Ἀπὸ Ψαλμοῦ κα΄.