Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου “πρὸς τὸν πλάστην” ἐπιφέρει “καὶ ἔριφα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην”

κατὰ δὲ τὸν Σύμμαχον εἰπόντος τοῦ κυρίου “ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον” ἐπιφέρει λέγων “καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.” μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, “ἰδὼν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὸ ἀργύριον τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις, λέγων, ἥμαρτον παραδοὺς αἶμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτᾷῷ, τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εὶς τὸν ναὸν ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγ- [*](11 1. Cor. 3, 13. 26 Matth. 27, 3.)

v.3.p.647
ξατο.

οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, οὐκ ἔστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἴως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος, καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τίμην του τετιμημένου, ὂν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος.”

ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς, καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου, ἀντὶ δὲ τοῦ ῾῾ καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον,” ἐσφαλμένως πεποιηκότος ‘καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως.”

σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι’ αὐτοῦ δὲ τοῦ εὐαγγελίου εἰς τὸν ναόν· “ ῥίψας γοῦν” φησὶν “ Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησε.”

καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν, καὶ πεπληρῶσθαι τὸ ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.” καὶ ὅρα γε μήποτε χωνευτήριον ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι μὴ καθαρὰς, ὡς ἐν χωνευτηρίῳ

v.3.p.648
πυρουμένας καὶ δοκιμαζομένας.

ὅθεν ὁ Ἀκύλας “ἔρριψα” φήσας "ro ἀργύριον ἐν τῷ οἴκῳ κυρίου πρὸς τὸν πλάστην” σαφῶς διδάσκει ὡς τοῦ λόγου τοῦ θείου δίκην πλάστου κατοικοῦντος εἰς τὸν οἶκον κυ- ῥίου, καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσ- ἰόντων ψυχάς. πλὴν ἀλλ’ ἐπείπερ ἡ τιμὴ τοὐ τετι- μημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ‘ καὶ ἀπέρ- ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”

ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπερρίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐ- τοὺς ἐπισκοπῆς τοῦ θεοῦ. δευτέραν δὲ ῥάβδον ἡγοῦ- ’μαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦ- σθαι. καλεῖ δ’ οὖν αὐτὴν σχοίνισμα, λέγων τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοί- νισμα.” καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας φά- σκων ‘καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”

οὗτοι γὰρ ἦσαν τὸ σχοίνισμα καὶ ἡ ῥάβδος ἡ δευτέρα. ἡ δὲ προτέρα κάλ- λος ὠνομασμένη οὐδ’ ἄλλη γένοιτο ἂν τῆς Ἰερουσαλὴμ αὐτῆς, καὶ τῆς κατὰ Μωσέα λατρείας, ἁπάσης τε τῆς παλαιᾶς διαθήκης.

καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρί- σταται τῆς προφητείας φησάσης ‘καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν, τοῦ ’ διασκεδάσαι τὴν διαθήκην μου. “ ὁρᾷς ὡς τὴν μὲν διαθήκην αὑτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώ- τὴν, τὴν δὲ δευτέραν ῥάβδον τὸ σχοίνισμα, πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀπορρίψειν ἀπειλεῖ, προειπὼν πρότερον καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοί-

v.3.p.649
νισμα.

ἀνθ’ ὧν ὁ μὲν Ἀκύλας φησὶ τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοί- νισμα·” ὁ δὲ Σύμμαχος "ri^v μὲν ἐκάλεσα εὐπρέ- πειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα.” τοῦ μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην διαθήκην ὠνόμασεν εἰκότως.