Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οἶ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. ἐνδυσάσθωσαν οἶ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοίδα αἰσχύνην αὑτῶν. ἐγὼ δὲ ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.

καὶ πρόδηλόν γε ὁπόσοις εἰσέτι καὶ νῦν οἶ τὰς κατ’ αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς ἀπὸ τῶν αὐτῶν χρόνων μηδ’ ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν πατέρα καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος. διὸ, φησὶν, “ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος.”

καὶ τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν διδάσκει λέγων “ τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.”

ἀνωτέρω γοῦν φήσας τὸ “ κατεδίωξεν ἄνθρωπον πένητα νητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι,” καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον περιγράφων τὴν προφητείαν, τὴν μετὰ τὸν θάνατον αὑτοῦ σωτηρίαν ἠνίξατο εἰπὼν “ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν κατ’ καταδιωκόντων τὴν ψυχην μου.”

v.3.p.644
  • Ἀπὸ τοῦ Ζαχαρίου.
  • “ Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου, καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ’ αὐτούς. καὶ γὰρ αἶ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ’ ἐμὲ, καὶ εἶπα, οὐ ποιμανῶ ὑμᾶς · τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. καὶ λήψομαι τὴν ῥάβδον τὴν καλὴν, καὶ ἀπορρίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς. καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Καναναῖος τὰ πρόβατα τὰ φυλασσόμενά μοι, ὅτι λόγος κυρίου ἐστί. καὶ ἐρῶ πρὸς αὐτοὺς, εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου ἢ άπείπασθε. καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. καὶ εἶπεν κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου εἰς τὸ χωνευτήριον, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”

    Καὶ ταῦτα τέλους ἐτύγχανεν ὅτε κατὰ μὲν τὸν Λουκᾶν “ ἀπελθὼν ὁ Ἰούδας συνελάλει τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς· καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι,” κατὰ δὲ τὸν Μάρκον “ὁπη [*](2 Zach. 11, 7. 26 Luc. 22, 4.)

    v.3.p.645
    νίκα ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν. οἶ δὲ ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύρια δοῦναι.”

    ἀλλ’ ἐν τούτοις μὲν ἀπλῶς τὸ ἀργύριον ὠνόμασται, παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμὸς, συνᾴδω τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει.

    λέγει δ’ οὖν ὁ Ματθαῖος “ τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς, τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας.” σύμφωνα οὖν ταῦτά ἐστι τῷ “ καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς” ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ κυρίου.

    ἀνθ’ οὗ ὁ μὲν Σύμμαχος ἐποίησε καὶ ἐστάθμισαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς·” ὁ δὲ Ἀκύλας “ καὶ ἔστησαν σαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς.” οἷς ἐπιλέγεται “ καὶ εἶπε κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.”

    ἀνθ’ οὗ πάλιν ὁ μὲν Ἀκύλας φησὶ “καὶ εἶπε κύριος πρός με, κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, ῥῖψον αὐτὰ πρὸς τὸν πλάστην· ὑπερμεγέθης ἡ τιμὴ, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν. καὶ πρόσσχες τίνα τρόπον αὐτὸς ὁ κύριος τιμὴν ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι.

    ἔοικε δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν, ἐγὼ μὲν ὁ κύριος ἐκ πρώτης ἀρξάμενος ἡμέρας οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων, καὶ μυρία ὅσα ὑμὰς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογι- [*](1 Marc. 14, 10. 6 Matth. 26, 14.)

    v.3.p.646
    κοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασι καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσι καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι δότε τὸν μισθόν μου ἤ ἀπείπασθε, αἰτῶν αὐτοῦς, ὡς εἴκὸς, καρποῦς εὐσεβείας καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως.

    οἱ δὲ, κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει, “ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ’ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου,” τριάκοντα ἀργυροῦς στήσαντες, ὥσπερ τορούτου αὐτὸν πωλούμενον ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει,” εἰκότως προστάττει καθεῖναι αὐτοὺς εἰς τὸ χωνευτήριον, ἐπιλέγων “ὅν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.”

    χωνευτήριον δὲ ἐνταυθα ἔοικε τὸν οἶκον κυρίου ὀνομάζειν. εἰπόντος γοῦν τοῦ κυρίου κατὰ τοὺς ἑβδομήκοντα “κάθες αὐτοῦς εἰς τὸ χωνευτήριον” ἐπιφέρει “καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.”

    κατὰ δὲ τὸν Ἀκύλαν εἰπόντος τοῦ κυρίου “πρὸς τὸν πλάστην” ἐπιφέρει “καὶ ἔριφα αὐτὸ ἐν οἴκῳ κυρίου πρὸς τὸν πλάστην”

    κατὰ δὲ τὸν Σύμμαχον εἰπόντος τοῦ κυρίου “ῥῖψον αὐτὸ εἰς τὸ χωνευτήριον” ἐπιφέρει λέγων “καὶ ἔρριψα αὐτὸ εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον.” μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο, ὅτε Ἰούδας ὁ παραδιδοὺς τὸν κύριον, “ἰδὼν ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὸ ἀργύριον τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις, λέγων, ἥμαρτον παραδοὺς αἶμα ἀθῷον. οἱ δὲ εἶπαν αὐτᾷῷ, τί πρὸς ἡμᾶς; σὺ ὄψει. καὶ ῥίψας τὰ ἀργύρια εὶς τὸν ναὸν ἀνεχώρησε, καὶ ἀπελθὼν ἀπήγ- [*](11 1. Cor. 3, 13. 26 Matth. 27, 3.)

    v.3.p.647
    ξατο.

    οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπαν, οὐκ ἔστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν. συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος ἴως τῆς σήμερον ἡμέρας. τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος, καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τίμην του τετιμημένου, ὂν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραὴλ, καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι κύριος.”

    ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς, καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου, ἀντὶ δὲ τοῦ ῾῾ καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον κυρίου, εἰς τὸ χωνευτήριον,” ἐσφαλμένως πεποιηκότος ‘καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως.”

    σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ κυρίου ναὸν ἐρρίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι’ αὐτοῦ δὲ τοῦ εὐαγγελίου εἰς τὸν ναόν· “ ῥίψας γοῦν” φησὶν “ Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν ἀνεχώρησε.”

    καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν, καὶ πεπληρῶσθαι τὸ ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.” καὶ ὅρα γε μήποτε χωνευτήριον ὁ οἶκος κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ θεοῦ οἴκῳ συμβαίνει, ἢ ἄλλως ἀπελέγχεσθαι μὴ καθαρὰς, ὡς ἐν χωνευτηρίῳ

    v.3.p.648
    πυρουμένας καὶ δοκιμαζομένας.

    ὅθεν ὁ Ἀκύλας “ἔρριψα” φήσας "ro ἀργύριον ἐν τῷ οἴκῳ κυρίου πρὸς τὸν πλάστην” σαφῶς διδάσκει ὡς τοῦ λόγου τοῦ θείου δίκην πλάστου κατοικοῦντος εἰς τὸν οἶκον κυ- ῥίου, καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσ- ἰόντων ψυχάς. πλὴν ἀλλ’ ἐπείπερ ἡ τιμὴ τοὐ τετι- μημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ‘ καὶ ἀπέρ- ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα τοῦ διασκεδάσαι τὴν διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.”