Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ σωτὴρ καὶ κύριος ἡμῶν, καθάπερ ἀπεδίξαμεν ἐν τῷ “ μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα · ” τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι Ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασι.

τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδᾳ καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσι διὰ τὰ τετολμημένα αὐτῷ φησι. τίνα δὲ ταῦτα ἐπιφέρει λέγων “ ἀνθ’ ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανα- καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ’ αὐτοῦ.”

οἶς ἐξῆς ἐπικαταβὰς αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων “ καὶ σὺ, κύριε κύριε, ποίησον μετ’ ἐμοῦ ἔλεος, ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἐλεός σου. ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ. ” οἶς μεθ’ ἕτερα ἐπιλέγει “ τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι’ ἔλαιον, καὶ ἐγὼ ἐγενήθην ὅνειδος αὐτοῖς.

εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὑτῶν.” ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν ὅτε οἶ παραπορευόμενοι ἐβλασ- φήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὑτῶν, καὶ λέγοντες, ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.” [*](10 Ps. 40, 1. 15 Ps. 108, 16. 29 Matth. 27, 40.)

v.3.p.643
ἐπεὶ δὲ εἰσέτι νῦν οἶ ἐκ περιτομῆς τὴν τῶν πατέρων αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι βλασφήμοις καὶ ἀσεβέσι ῥήμασιν καταναθεματίζειν τὸν σωτῆρα καὶ κύριον ἡμῶν καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασι, τούτου χάριν ἑξῆς ἐπιλέγει “ καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις.