Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

οὔτε γὰρ τὸν Χριστοῦ νόμον τὸν τῆς καινῆς διαθήκης κατεδέξαντο, οὔτε τὰ Μώσεως παραγγέλματα δίχα παρανομίας οἶοί τ’ ἂν εἶεν φυλάσσειν· διὸ καὶ τῇ Μώσεως ὑποβέβληνται

v.3.p.56
κατάρᾳ, τῷ μηδὲ δυνατὸν αὐτοῖς εἶναι τὰ παρὰ Μωσεῖ νενομοθετημένα συντελεῖν, περιῃρημένης αὐτῶν τῆς μητροπόλεως, καὶ ἀποκεκλεισμένης τῆς μόνον αὐτόθι συγκεχωρημένης ἐπιτελεῖσθαι Μωσαϊκῆς θρησκείας.

ἡμεῖς δὲ τὸν ὑπὸ Μώσεως καὶ τῶν λοιπῶν προφητῶν κατηγγελμένον ἀποδεξάμενοι καὶ τούτῳ πείθεσθαι δι’ εὐχῆς ποιούμενοι πληρωταὶ ἂν εἴημεν τῆς Μώσεως παραγγελίας, δι’ ἧς ἔφησεν αὐτοῦ ἀκούσεσθε. πᾶσα δὲ ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς. ”

τίνα δὲ διετάξατο ὁ προφήτης, ὧν ἐπακούειν χρεὼν, μικρῷ πρόσθεν ἀκηκόαμεν τὰ πάνσοφα καὶ ἐντελῆ καὶ οὐράνια παραγγέλματα · ἃ δὴ οὐκ ἐν πλαξὶ λιθίναις Μωσεῖ παραπλησίως, οὐδέ γε μέλανι καὶ χάρταις ἠξίωσε παραθέσθαι, ψυχαῖς δὲ κεκαθαρμέναις καὶ νοερὰν οὐσίαν κεκτημέναις τῶν αὐτοῦ φοιτητῶν· ἐν αἷς ἐγγράψας τοὺς τῆς καινῆς διαθήκης νόμους ἔργοις ἀπεπλήρου τὴν φἠσασαν διὰ Ἱερεμίου προφητείαν διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν. ὅτι αὕτη ἡ διαθήκη ἢν δια- θήσομαι τῷ οἴκῳ Ἰσραὴλ, διδοὺς νόμους μου εἰς διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν γράψω αὐτοὺς, καὶ ἕσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός. ”