Demonstratio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 3. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ ταῦτα φήσαντος, παραχρῆμα καὶ οὐκ εἰς μακρὸν πολιορκηθέντων τῶν ‘ Ιεροσολύμων, τοῦ τ’ αὐτόθι ἁγιάσματος καὶ τοῦ πρὸς αὐτῷ θυσιαστηρίου τῆς τε κατὰ Μωσέα λατρείας κατὰ τὴν αὐτοῦ Μώσεως διάταξιν περιῃρημένης, ἀνέφανεν εἰς πάντας ἀνθρώπους καὶ ἐξέλαμψεν ἡ ἀρχέτυπος τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν εὐσέβεια, ἥ τε δι’ αὐτῆς πάσι τοῖς ἔθνεσιν ἐπηγγελμένη εὐλογία, ἀπὸ τοῦ πρώτου βαθμοῦ καὶ ἀπὸ τῆς πρώτης στοιχειώσεως τῆς κατὰ Μωσέα λατρείας ἐπὶ τὸν κρείττονα καὶ τελειότερον προσ- άγουσα τοὺς προσιόντας αὐτῇ βίον.

αὐτίκα γοῦν τῶν μακαρίων ἐκείνων καὶ θεοφιλῶν, τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ λέγω, οὐκ ἀφωρισμένως ἔν τινι τόπῳ προσ- κυνούντων, οὐδὲ διὰ συμβόλων καὶ τύπων, ἀλλ’ ᾗ φησιν ὁ σωτὴρ καὶ κύριος ἡμῶν “ ἐν πνεύματι καὶ ἀληθείᾳ,’’ ἣ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας ἅπασι τοῖς ἔθνεσιν ὑπῆρξεν, τῶν πάλαι προφητῶν καὶ τοῦτο τεθεωρηκότων ’ λέγει δ’ οὖν ἄντικρυς Σοφονίας ’ ἐπιφανήσεται κύριος ἐπ’ αὐτοὺς, καὶ ἐξο- λοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου ἀυτῶν.”

‘Ο δὲ Μαλαχίας ὁμοῦ πρὸς τοὺς ἐκ περιτομῆς ἀποτείνεται, καὶ περὶ τῶν ἐθνῶν ταῦτα προαναφω- νεῖ, φάσκων ‘οὐκ ἔστι μου θέλημα, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν [*](23 Soph. 2, 11. 29 Mal. 1, 11.)

v.3.p.43
χειρῶν ὑμῶν, διότι ἀπ’ ἀνατολῶν καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά.”

Τὸ γὰρ ἐν παντὶ τόπῳ θυμίαμα καὶ θυσίαν ἀναφέρεσθαι θεῷ τί ἕτερον παρίστησιν ἢ ὅτι μὴ ἐν ‘ Ιεροσολύμοις, μηδ’ ἀφωρισμένως ἐν τῷδε τῷ τόπῳ, ἐν πάσῃ δὲ χώρᾳ καὶ ἐν πᾶσι τοῖς ἔθνεσι μέλλουσι τὸ δι’ εὐχῶν θυμίαμα καὶ τὴν οὐ δι’ αἱμάτων, ἀλλὰ δι’ ἔργων εὐσεβῶν καθαρὰν ὠνομασμένην θυσίαν τῷ ἐπὶ πᾶσιν ἀναφέρειν θεῷ;

βοᾷ δὲ διαρρήδην καὶ κέκραγεν ὁ ‘Ησαΐας θεσπίζων ἅμα καὶ λέγων “ ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ ἀποστελεῖ αύτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, καὶ γνώσονται οἶ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιή- σουσιν θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ, καὶ ἀποδώσουσιν, καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται.”

Ἀρά σοι δοκοῦμεν ἀληθῆ λέγειν μετάθεσιν τοῦ Μώσεως νόμου, μᾶλλον δὲ παῦλαν καὶ λύσιν φάσκοντες διὰ τῶν προφητικῶν φωνῶν θεσπίζεσθαι ;

ὁ μέν γε Μώσης θυσιαστήριον καὶ θυσίας οὐδ’ ἀλλαχόσε γῆς ἢ ἐν μόνῃ τῇ Ἰουδαίᾳ, καὶ ταύτης ἐν μιᾷ πόλει συστήσασθαι νομοθετεῖ· ἡ δὲ προφητεία ἐν χώρᾳ φησὶν Αἰγύπτου τῷ κυρίῳ θυσιαστήριον ἱδρυθήσεσθαι, καὶ τοὺς Αἰγυπτίους αὐτοὺς τῷ κυρίῳ τῶν προφητῶν, ἀλλ’ οὐκέτι τοῖς πατρῴοις θεοῖς καλλιερήσειν τὰς θυσίας, καὶ τῆς θεογνωσίας οὐ Μωσέα αἴτιον οὐδ’ ἕτερον τῶν προφητῶν αὐτοῖς γενήσεσθαι, [*](12 les. 19, 19.)

v.3.p.44
ἀλλά τινα καινὸν καὶ νέον ἄνθρωπον θεόθεν ἀπεσταλμένον.

μετατιθεμένου δὲ τοῦ θυσιαστηρίου παρὰ τὰ τῷ Μωσεῖ δοκοῦντα, ἀνάγκη πᾶσα καὶ τοῦ Μώσεως νόμου μεταβολὴν γενέσθαι. εἶτα δὲ θύοντες Αἰγύπτιοι τῷ ἐπὶ πάντων θεῷ πάντως που καὶ ἱερωσύνης ἀξιωθήσονται. ἱερωμένων δῆτα Αἰγυπτίων τὰ περὶ Λευιτῶν καὶ τῶν ἐκ διαδοχῆς ‘ Ααρὼν Μωσεῖ διατεταγμένα οὐκέτ’ ἂν γένοιτο τοῖς Αἰγυπτίοις χρήσιμα.

ὥρα δὴ οὑν καινῆς νομοθεσίας δεῖν εἰς τὴν τῶν δηλουμένων σύστασιν. τί δέ ; ἆρα εἰκῆ ταῦτ’ ἀναπεφώνηται; ἢ καὶ τέλος ἐπενήνεκται τοῖς λόγοις; σκέψαι δ’ οὖν εἰ μὴ σήμερον, λέγω δὴ καθ’ ἡμᾶς, αὐτοῖς τοῖς ὀφθαλμοῖς ὁρῶνται οὐ μόνον Αἰγύπτιοι, ἀλλὰ καὶ πᾶν γένος τῶν πρὶν εἰδωλολ·α- τρῶν ἀνθρώπων, οὓς ἡ πρόρρησις διὰ τῶν Αἰγυπτίων ῂνίττετο, τῆς μὲν πολυθέου καὶ δαιμονικῆς ἀπηλλαγμένον πλάνης, τὸν δὲ τῶν προφητῶν θεὸν ἀνακαλούμενον·

καὶ εὔχονται δὲ οὐκέτι πλείοσι κυρίοις, ἐνὶ δὲ τῷ μόνῳ κυρίῳ κατὰ τὸ ἱερὸν λόγιον, καὶ τούτῳ θυσιαστήριον ἀναίμων καὶ λογικῶν θυσιῶν κατὰ τὰ καινὰ μυστήρια τῆς νέας καὶ καινῆς διαθήκης καθ’ ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνεγήγερται ἐν αὐτῇ τε Αἰγύπτῳ καὶ τοῖς λοιποῖς ἔθνεσι τὸν τρό- πον αἰγυπτιάζουσι κατὰ τὴν δεισιδαίμονα πλάνην.

νῦν καθ’ ἡμᾶς ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις διαλάμπουσα τὴν πίστιν ἀναμφίλεκτον τῶν προθεσπισθέντων ἐπισφραγίζεται. ταῦτα δὲ ἔργοις ἐπιτελούμενα ὁρῶν, ἀλλ’ οὐκέτ’ ἀκοῇ προσδοκώμενα, τὸν καιρὸν, ὁπόθεν τὴν ἀρχὴν τῶν πραγμάτων εἴληχεν, οὐδ’ ἄλλον ἀναζητήσας εὑρήσεις ἢ τὸν τῆς σωτηρίου ἐπιφανείας.

αὐτὸς ἄρα οὗτος ἦν ἐκεῖνος, ὃν ὁ χρησμὸς ἐδήλου, φήσας ἀποστελεῖν τὸν τῶν ὅλων

v.3.p.45
θεὸν καὶ κύριον τοῖς Αἰγυπτίοις ἄνθρωπον, ὃς σώσει αὐτοὺς, ὃν καὶ τὰ Μώσεως ἐδήλου λόγια δι’ ὧν ἔφησεν “ ἐξελεύσεται ἄνθρωπος ἐκτοῦ σπέρματος αὐ- τοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν. ἐν οἷς ἔθνεσι καὶ Αἰγύπτιοι δήπουθεν καταριθμοῖντ’ ἄν.

ἀλλὰ περὶ μὲν τούτων μακρὸς ἂν εἴη λόγος, ἐπ’ οἰκείας σχολῆς ἐντελέστερον ἀποδοθησόμενος ’ τό γε μὴν παρὸν ἐπιτετηρήσθω ὅτι τὰ προηγούμενα οὐδ’ ἃλλοτε ἢ μετὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν ἐπληροῦτο.

ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο παρὰ τοῖς Αἰγυπτίοις καὶ παρὰ Πέρσαις Σύροις τε καὶ Ἀρμενίοις, καὶ παρὰ τοῖς τὰς ἐσχατιὰς τῆς γῆς οἰ- κοῦσι βαρβάροις, αὐτοῖς τε τοῖς τὸ πρὶν ἀνημερωτάτοις καὶ θηριωδεστάτοις ἔθνεσι, ναὶ μὴν καὶ παρὰ τοῖς τὰς νήσους οἰκοῦσιν, ὅτι δὴ καὶ τούτων ἠξίωσε μνήμην ἡ προφητεία ποιήσασθαι,) αὐτὴ ἐκείνη ἡ κατὰ τὸν ‘Αβραὰμ πολιτεία καὶ ὁ παλαίτατος καὶ πάντων ἀρχαιότατος τῆς θεοσεβείας τρόπος σπουδάζεται.

καὶ τίς οὐκ ἂν ἐκπλαγείη τὸ παράδοξον τοῦ πράδδγματος, εἰ δὴ οἶ ἐξ αἰῶνος λίθοις καὶ ξύλοις καὶ δαί- μοσι, θηρίοις τε ἀνθρωποβόροις, καὶ ἑρπετοῖς ἰοβόλοις, ζῴοις τε παντοίοις, καὶ εἰδεχθέσι κνωδάλοις, πυρί τε καὶ γῇ, καὶ τοῖς τοῦ παντὸς ἀψύχοις στοι- χείοις τὴν σεβάσμιον τιμὴν περιτιθέντες, τὸν ὕψιστον θεὸν, τὸν οὐρανοῦ καὶ γῆς δημιουργὸν, αὐτὸν δὴ τὸν τῶν προφητῶν κύριον, τὸν θεὸν ‘ Αβραὰμ καὶ τῶν τούτου προπατόρων, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν ἀνακαλοῦνται;

καὶ οἱ μικρῷ πρόσθεν μητρογαμίαις καὶ θυγατρομιξίαις, ἀλληλοφθορίαις τε καὶ παντοίαις μιαιφονίαις ἐγκαλινδούμενοι, οἱ μη- δέν τι ἀνημέρων θηρίων τὸν τρόπον διαφέροντες, [*](5 Num. 24, 7.)

v.3.p.46
νυνὶ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως μεταβληθέντες καὶ ὥσπερ ἐξ ἑτέρων ἕτεροι γεγονότες, λόγους ἀρετῆς καὶ σωφροσύνης παιδεύματα συνιόντες εἰς τὰ κοινὰ δισασκαλεῖα, μανθάνουσιν; ὡς τὴν ἀνωτάτω φιλοσοφίαν, τὴν μηδ’ ἐμβλέπειν ἀκολάστοις ὀφθαλμοῖς, μηδὲ μέχρι λόγων ἀδιαφορεῖν, μηδὲ τὰ κοινὰ καὶ τοῖς πᾶσι συνήθη διαπράττεσθαι παραι- νοῦσαν οὐ μόνον ἄνδρας, ἀλλὰ καὶ γυναῖκας, πένη- τάς τε καὶ πλουσίους, λογίους τε καὶ ἰδιώτας, μέχρι καὶ παίδων καὶ ἀνδραπόδων, ἐν ταῖς κατὰ πόλιν καὶ κατ’ ἀγροὺς διατριβαῖς παιδεύεσθαι, μανθάνειν τε ἀληθῆ τρόπον, καθ’ ὃν τὸν ἐπὶ πάντων προσήκει θεὸν σέβειν καὶ θεραπεύειν ἐν παντὶ τόπῳ, κατὰ τὴν φήσασαν προφητείαν καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.”

Προσκυνεῖ δῆτα οὖν πᾶς τῷ ἐπὶ πάντων θεῷ βάρβαρος καὶ Ἕλλην, οὐ τρέχων ἐπὶ Ἱεροσόλυμα, οὐδ’ αἵμασι καὶ θυσίαις ἀφοσιούμενος, οἴκοθεν δὲ καὶ ἐφ’ ἑαυτῷ μένων, καὶ πνεύματι καὶ ἀληθείᾳ τὴν ἄναιμον καὶ καθαρὰν ἀποδιδοὺς αὐτῷ λατρείαν.

καὶ αὕτη γε ἦν ἡ καινὴ διαθήκη, οὐ κατὰ τὴν πα- λαιὰν τυγχάνουσα· παλαιὰν δὲ μή τοι νομίσῃς λέγε- σθαι τὴν τῶν πρὸ Μώσεως θεοφιλῶν ἀνδρῶν, ἀλλὰ τὴν ὑπὸ Μώσεως αὐτοῦ τῷ Ἰουδαίων ἔθνει νενομο- θετημένην.

ἐπιφέρει γοῦν ὁ λόγος διασαφῶν τίνα ἔφησεν εἶναι τὴν παλαιὰν, ᾗ μηδὲν ὅμοιον σχή- σειν διδάσκει τὴν καινὴν λέγων “ διαθήσομαι διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐ- τῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”

Οὐ κατὰ ταύτην γοῦν φησιν τὴν ὑπὸ Μώσεως [*](14 Soph. 2, 11. 27 Jer. 31, 31.)

v.3.p.47
νενομοθετημένην ’ αὕτη γὰρ ἦν κατὰ τὴν ἔξοδον τὴν ἀπ’ Αἰγύπτου τοῖς Ἰουδαίοις παραδοθεῖσα. ἔδοξεν ἂν οὖν ἐναντίαν εἰσάγειν τὴν καινὴν διαθήκην τοῦ τρόπου τῆς θεοσεβείας τῶν ἀμφὶ τὸν ‘ Αβραὰμ θεοφιλῶν, εἰ μὴ ἀκριβῶς ἐπεσημήνατο φήσας “ οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν κατ’ ἐκεῖνο καιροῦ, καθ’ ὃν ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου.”