De Martyribus Palaestinae (Recensio Brevior)

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Wilhelm, editor. Leipzig: Teubner, 1871.

Ὑπὸ δὴ τὸν αὐτὸν καιρὸν αὐταῖς τε ἡμέραις, ἐπὶ τῆς Τυρίων πόλεως νεανίας Οὐλπιανὸς ὄνομα,

v.4.p.393
μετὰ δεινὰς καὶ αὐτὸς αἰκίας, μάστιγάς τε χαλεπωτάτας, ἅμα κυνὶ καὶ ἀσπίδι, τῷ ἰοβόλῳ ἑρπετῷ, ὠμοβοί·νῃ περιβληθεὶς δορᾷ, θαλάττῃ παραδίδοται. διό μοι δοκεῖ ἐν τοῖς Ἀπφιανοῦ μαρτυρίοις ἂν ἡμῖν μνημονεύεσθαι καὶ οὗτος.

ἀδελφὰ δὲ τῷ Ἀπφιανῷ σμικρὸν τῷ χρόνῳ ὕστερον ὁ μὴ μόνον αὐτοῦ κατὰ θεὸν, καὶ σώματι δὲ ὁμοπάτριος ἀδελφὸς Αἰδέσιος, μετὰ μυρίας ὅσας ὁμολογίας καὶ πολυχρονίους δεσμῶν κακώσεις ἡγεμονικάς τε ἀποφάσεις, ἐν αἷς τοῖς κατὰ Παλαιστίνην δέσοται μετάλλοις, καὶ μετὰ τὴν ἐν πᾶσι τούτοις φιλόσοφον ἐν τρίβωνος σχήματι ἀγωγὴν, καὶ γὰρ οὖν αὐτὸς πλέον τῆς τοῦ ἀδελφοῦ παιδείας κεκτημένος καὶ ἀπὸ μαθημάτων φιλοσόφων ὡρμᾶτο),

τελευτῶν δῆτα ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως τὸν αὐτόθι συνιδὼν δικαστὴν Χριστιανοῖς δικάζοντα, πέρα τε τῶν προσηκόντων ἐμπαροινοῦντα, καὶ τοτὲ μὲν σεμνοῖς ἀνδράσι ποικίλως ἐνυβρίζοντα, τοτὲ δὲ γυναῖκας σωφροσύνης τῆς ἀνωτάτω καὶ αὐτοπαρθένους ἀσκητρίας εἰς αἰσχρὰς ὕβρεις πορνοτρόφοις παραδιδόντα, ταὐτὸν ἐγχειρήσας τῷ ἀδελφῷ, ὅτι δὴ ἀφόρητα εἶναι αὐτῷ τὰ γινόμενα ἐδόκει, παραστήματι θαρσαλέῳ πρόσεισι, λόγοις τε καὶ ἔργοις τὸν δικαστὴν αἰσχύνῃ καὶ ἀτιμίᾳ περιβαλὼν, κἀπὶ τούτοις καρτερῶς εὖ μάλα βασάνων πολυτρόπους ὑπομείνας αἰκίας, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλὰ τὰ μὲν κατὰ τοῦτον, ὡς δ’ οὖν ἔφην, σμικρὸν τοῦ χρόνου ὕστερον τοῦτον ἐγενήθη τὸν τρόπον.