Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 22-23] τοσούτοις παλαίων κακοῖς συναίσθησιν τῶν κατὰ τῶν [*](11 Matth. 18, 7. 17 Euseb. Vita Constant. 1, 57.)

v.4.p.379
θεοσεβῶν αὐτῷ τετολμημένων ἴσχει. συναγαγὼν δ’ οὖν εἰς ἑαυτὸν τὴν διάνοιαν πρῶτα μὲν ἀνθωμολογεῖτο τῷ τῶν ὅλων θεῷ, εἶτα τοὺς ἀμφ’ αὐτὸν ἀνακαλέσας, μηδὲν ὑπερθεμένους τὸν κατὰ ἀποπαῦσαι διωγμὸν, νόμῳ τε καὶ δόγματι βασιλικῷ τὰς ἐκκλησίας αὐτῶν οἰκοδομεῖν ἐπισπέρχειν τε καὶ τὰ συνήθη διαπράττεσθαι, εὐχὰς ὑπὲρ τοῦ βασιλείου ποιουμένους, προστάττει.

αὐτίκα γοῦν ἔργου τῷ λόγῳ παρηκολουθηκότος ἥπλωτο κατὰ πόλεις βασιλικὰ διατάγματα, τὴν παλινῳδίαν τῶν καθ’ ἡμᾶς τοῦτον περιέχοντα τὸν τρόπον·

Αὐτοκράτωρ Καῖσαρ Γαλέριος Οὐαλέριος Μαξιμῖνος, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, Γερμανικὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Αἰγυπτιακὸς μέγιστος, Θηβαι·κὸς μέγιστος, Σαρματι- “κὸς μέγιστος πεντάκις, Περσῶν μέγιστος δὶς, Καρ- “πῶν μέγιστος ἑξάκις, Ἀρμενίων μέγιστος, Μηδῶν μέγιστος, Ἀδιαβηνῶν μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ εἰκοστὸν, αὐτοκράτωρ τὸ ἐννεακαιδέκατον “ὕπατος τὸ ὄγδοον, πατὴρ πατρίδος, ἀνθύπατος· “

καὶ αὐτοκράτωρ Καῖσαρ Φλάουιος Κωνσταντῖνος, εὐσεβὴς, εὐτυχὴς, ἀνίκητος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξουσίας “τὸ πέμπτον, αὐτοκράτωρ τὸ πέμπτον, ὕπατος, πατὴρ ‘πατρίδος, ἀνθύπατος·

καὶ αὐτοκράτωρ Καῖσαρ “Οὐαλέριος Λικιννιανὸς, εὐσεβὴς, εὐτυχὴς, ἀνίκη- “τος, σεβαστὸς, ἀρχιερεὺς μέγιστος, δημαρχικῆς ἐξου- “σίας τὸ τέταρτον, αὐτοκράτωρ τὸ τρίτον, ὕπατος, ‘πατὴρ πατρίδος, ἀνθύπατος, ἐπαρχιώταις ἰδίοις “χαίρειν.

μεταξὺ τῶν λοιπῶν, ἅπερ ὑπὲρ τοῦ “χρησίμου καὶ λυσιτελοῦς τοῖς δημοσίοις διατυπού- “μεθα, ἡμεῖς μὲν βεβουλήμεθα πρότερον κατὰ τοὺς

v.4.p.380
“ἀρχαίους νόμους καὶ τὴν δημοσίαν ἐπιστήμην τὴν “τῶν ἅπαντα ἐπανορθώσασθαι, καὶ τού- “του πρόνοιαν ποιήσασθαι, ἔνα καὶ οἶ Χριστιανοὶ, “οἵτινες τῶν γονέων τῶν ἑαυτῶν καταλελοίπασι τὴν “αἵρεσιν, εἰς ἀγαθὴν πρόθεσιν ἐπανέλθοιεν·

ἐπεί- “περ περ τινὶ λογισμῷ τοσαύτη αὐτοὺς πλεονεξία κατε- “σχήκει καὶ ἄνοια κατειλήφει ὡς μὴ ἕπεσθαι τοῖς “ὑπὸ τῶν πάλαι καταδειχθεῖσιν, ἅπερ ἴσως πρότερον “καὶ οἶ γονεῖς αὐτῶν ἦσαν καταστήσαντες, ἀλλὰ “κατὰ τὴν αὐτῶν πρόθεσιν καὶ ὡς ἕκαστος ἐβού- “λετο, οὕτως ἑαυτοῖς καὶ νόμους ποιῆσαι, καὶ τού- “τους παραφυλάττειν, καὶ ἐν διαφόροις διάφορα “πλήθη συνάγειν.

τοιγαροῦν τοιούτου ὑφ’ ἡμῶν “προστάγματος παρακολουθήσαντος, ὥστε ἐπὶ τὰ “ὑπὸ τῶν ἀρχαίων κατασταθέντα ἑαυτοὺς μεταστήσαιεν, πλεῖστοι μὲν κινδύνῳ ὑποβληθέντες, πλεῖ- “στοι δὲ ταραχθέντες παντοίους θανάτους ὑπέφερον· “

καὶ ἐπειδὴ τῶν πολλῶν τῇ αὐτῇ ἀπονοίᾳ διαμε- “νόντων ἑωρῶμεν μήτε τοῖς θεοῖς τοῖς ἐπουρανίοις “τὴν ὀφειλομένην θρησκείαν προσάγειν αὐτοὺς, μήτε “τῷ τῶν Χριστιανῶν προσέχειν, ἀφορῶντες εἰς τὴν ‘ἡμετέραν φιλανθρωπίαν καὶ τὴν διηνεκῆ συνήθειαν, “δι’ ἧς εἰώθαμεν ἅπασιν ἀνθρώποις συγγνώμην “ἀπονέμειν, προθυμότατα καὶ ἐν τούτῳ τὴν συγχώ- “ρησιν ῥῆσιν τὴν ἡμετέραν ἐπεκτεῖναι δεῖν ἐνομίσαμεν, ἵνα “αὖθις ὦσι Χριστιανοὶ, καὶ τοὺς οἴκους, ἐν οἷς συν- “ήγοντο, συνθῶσιν οὕτως ὥστε μηδὲν ὑπεναντίον τῆς ἐπιστήμης αὐτοὺς πράττειν· δι’ ἑτέρας δὲ ἐπι- “στολῆς τοῖς δικασταῖς δηλώσομεν τί αὐτοὺς παρα- “φυλάξασθαι δεήσει.

ὅθεν κατὰ ταύτην τὴν “συγχώρησιν τὴν ἡμετέραν ὀφείλουσι τὸν ἑαυτῶν “θεὸν ἱκετεύειν περὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ

v.4.p.381
“τῶν δημοσίων καὶ τῆς ἑαυτῶν, ἔνα κατὰ πάντα τρόπον καὶ τὰ δημόσια παρασχεθῇ ὑγιῆ, καὶ ἀμέ- “ριμνοι ζῆν ἐν τῇ ἑαυτῶν ἑστίᾳ δυνηθῶσι.”

ταῦτα κατὰ τὴν τῶν Ῥωμαιων φωνὴν ἐπὶ τὴν Ἑλλάδα γλῶτταν κατὰ τὸ δυνατὸν μεταληφθέντα τοῦτον ἔχει τὸν τρόπον. τί δὴ οὖν ἐπὶ τούτοις γίνεται ἐπιθεωρῆσαι καιρός.