Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. VII, 22] Διὰ παντός γέ τοι τοῦ κατὰ τὸν διωγμὸν δεκαέτους χρόνου τῶν εἰς ἐπιβουλὴν καὶ πόλεμον τὸν κατ᾿ ἀλλήλων οὐδὲν αὐτοὺς διαλέλοιπεν. ἄπλωτα μὲν γὰρ τὰ κατὰ θάλατταν ἦν, οὐδ᾿ ἐξῆν ποθὲν καταπλεύσαντας μὴ οὐχὶ πάσαις αἰκίαις ὑπάγεσθαι, στρεβλουμένους καὶ τὰς πλευρὰς καταξαινομένους, βασάνοις τε παντοίαις, μὴ ἄρα παρὰ τῶν δι᾿ ἐναντίας ἐχθρῶν ἥκοιεν, ἀνακρινομένους, καὶ τέλος σταυροῖς ἢ τῇ διὰ πυρὸς ὑπαγομένους κολάσει.

ἀσπίδων ἐπὶ τούτοις καὶ θωράκων παρασκευαὶ, βελῶν τε καὶ δοράτων καὶ τῆς ἄλλης πολεμικῆς παρατάξεως ἑτοιμασίαι, τριήρων τε καὶ τῶν πατὰ ναυμαχίαν ὅπλων, κατὰ πάντα συνεκροτοῦντο τόπον, οὐδ᾿ ἦν ἄλλο τι παντί τῳ προσδοκᾶν ἢ πολεμίων κατὰ πᾶσαν ἔφοδον ἡμέραν. τούτοις καὶ ὁ μετὰ ταῦτα λιμός τε καὶ λοιμὸς ἐγκατασκήπτει, περὶ ὧν κατὰ καιρὸν ἱστορήσομεν τα` δέοντα.